ΛΟΓΟΣ Εʹ. Κατὰ Ἰουλιανοῦ βασιλέως στηλιτευτικὸς δεύτερος.

Αʹ. Οὗτος μὲν δὴ τῶν ἐμῶν λόγων ὁ πρῶτος ἄεθλος ἐκτετέλεσται καὶ διήνυσται· καὶ γὰρ 35.665 ἐπεδειξάμην ἱκανῶς τὴν τοῦ ἀνδρὸς κακοήθειαν ἐν οἷς ἔδρασέ τε καθ’ ἡμῶν, καὶ οἷς ἔμελλεν, ἀεί τι τῶν παρόντων ἐπινοῶν βαρύτερον. Νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὐκ οἶδ’ εἴ τις βέβληκεν, ἤδη τοῦ λόγου προστησόμεθα, Θεῷ τε ἱερώτερον, καὶ ἡμῖν ἡδίω, καὶ τοῖς ἔπειτα χρησιμώτερον· τοῖς εἰρημένοις προσθεῖναι τὰ δίκαια τοῦ Θεοῦ σταθμία, καὶ οἷς ἀντιταλαντεύεται πονηρία, τοῖς μὲν αὐτόθεν ἀπαντῶσα, τοῖς δὲ καὶ μικρὸν ὕστε ρον· ὅπως ἂν, οἶμαι, τῷ τεχνίτῃ Λόγῳ δοκῇ, καὶ ταμίᾳ τῶν ἡμετέρων· ὃς οἶδε συμφορὰν μὲν ἐπικόπτειν ἐλέῳ, θράσος δὲ ἀτιμίᾳ σωφρονίζειν καὶ μάστιξιν, οἷς αὐτὸς ἐπίσταται μέτροις παι δεύσεως.

Βʹ. Νόσους μὲν δὴ τῶν ἀσεβῶν ἐνδίκους, καὶ ῥήξεις οὐκ ἀφανεῖς, καὶ πολυτρόπους ἄλλας πληγὰς καὶ μάστιγας οἷς τετολμήκασι παραπλησίας, καὶ θανάτους οὐ κατὰ τὸ εἰωθὸς χωρήσαντας, καὶ τὰς ἐν αὐτοῖς τοῖς δεινοῖς ἐξαγορεύσεις, καὶ ἀνονή τους μεταμελείας, τάς τε δι’ ὀνειράτων παι δεύσεις, καὶ τὰ μυστικοὺς κρατῆ ρας μανεῖσιν, ἢ τῶν σωμάτων ἡμῶν ἀνέδην ἐμφορουμένοις, ἢ τἄλλα πάντα ὅσα τετολμήκασι, νεανιευσαμένοις αὐτοῖς ἀπήντησε, τῆς τοῦ Θεοῦ κατὰ τῶν τοιούτων ὀργῆς ἐναργῆ καὶ φανερὰ γνωρίσματα; Ταῦτα μὲν οὖν ἑκὼν ὑπερβήσομαι, οὐκ ἀπιστῶν τοῖς ὁρωμένοις, καὶ λεγομένοις, οὐδὲ αὐτομάτῳ τινὶ φορᾷ καὶ συντυχίᾳ διδοὺς τὰ συμ βαίνοντα, κατὰ τοὺς εἰκῆ τὰ τοιαῦτα ὑπολαμβάνον τας, ἀλλ’ ἵνα μὴ περὶ τὰ μικρὰ διατρίβειν δόξω, παρεὶς τὰ μείζω καὶ ὀνομαστότερα· τὸ δ’ οὖν περιβόητον πᾶσι θαῦμα, καὶ οὐδὲ τοῖς ἀθέοις αὐτοῖς ἀπιστούμενον λέξων ἔρχομαι.

Γʹ. Ἐμαίνετο καθ’ ἡμῶν ἀεί τι πλέον, ὥσπερ κύμασιν ἐπεγείρων κύματα, ὁ καθ’ ἑαυτοῦ πρῶ 35.668 τον μανεὶς καὶ πατήσας τὰ ἅγια, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Ἱεροβοὰμ εἰπεῖν οἰκειότερον, ἢ Ἀχαὰβ τὸν Ἰσραηλίτην, τοὺς παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσ σύριον, ἢ ταῦτα πάντα συνελόντες, ἕνα καὶ τὸν αὐτὸν ὀνομάσομεν· ἐπεὶ καὶ τὰς πάντων κακίας εἰς ἑαυτὸν συλλεξάμενος φαίνεται, Ἱεροβοὰμ τὴν ἀποστασίαν, Ἀχαὰβ τὴν μιαιφονίαν, Φαραὼ τὴν σκληρότητα, Ναβουχοδονόσορ τὴν ἱεροσυλίαν, πάντων ὁμοῦ τὴν ἀσέβειαν. Ἐπεὶ δὲ πάντα διεξελθὼν τἆλλα, καὶ πᾶν εἶδος τῆς καθ’ ἡμῶν τυραννίδος, ὡς μικρόν τι καὶ ἀγεννὲς ἀτιμάσας (οὐ γὰρ ἐγένετο ποριμωτέρα φύσις ἐκείνης εἰς κακῶν εὕρεσιν καὶ ἐπίνοιαν), τέλος ἐπαφῆκε καὶ τὸ Ἰουδαίων φῦλον ἡμῖν τὴν παλαιάν τε αὐτῶν κουφότητα, καὶ τὸ καθ’ ἡμῶν ἄνωθεν ὑποσμυχόμενον ἐν αὐτοῖς μῖσος συνερ γὸν λαβὼν τοῦ τεχνάσματος, ἐπιθειάζων τε δῆ θεν ἐκ τῶν παρ’ αὐτοῖς βίβλων καὶ ἀποῤῥήτων, ὡς νῦν αὐτοῖς ἀποκείμενον εἴη κατελθεῖν εἰς τὴν ἑαυ τῶν, καὶ τὸν νεὼν ἀναδείμασθαι, καὶ τῶν πατρίων τὸ κράτος ἀνανεώσασθαι, καὶ ἀποκρυπτόμενος εὐ νοίας πλάσματι τὴν ἐπίνοιαν.

∆ʹ. Ἐπεὶ δὲ ταῦτα καὶ διενοήθη καὶ ἔπεισεν (εὔκο λον γὰρ εἰς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν), οἱ μὲν ὡς ἀναστήσοντες διενοοῦντο τὸ ἱερὸν, καὶ χειρὶ πολλῇ καὶ προθυμίᾳ περὶ τὸ ἔργον ἐταλαιπώρουν· φασί γέ τοι καὶ τὰς γυναῖκας αὐτῶν οἱ τὰ ἐκείνων θαυμάζον τες, οὐ μόνον ἅπαντας τοὺς περὶ τὸ σῶμα κόσμους περιελομένας ἑτοίμως συνεισφέρειν τῷ ἔργῳ καὶ τοῖς πονουμένοις, ἀλλὰ καὶ τοῖς κόλποις τὸν χοῦν ἐκφε ρούσας, καὶ οὔτε πολυτελοῦς ἐσθῆτος, οὔτε μελῶν ἁπαλότητος φειδομένας, εὐσεβεῖν οἴεσθαι καὶ πάντα ἐλάττω νομίζειν τοῦ ἐγχειρήματος. Ὡς δὲ ὑπὸ ἀγρίας λαίλαπος καὶ βρασμοῦ γῆς ἄφνω συνελαθέντες, ἐπί τι τῶν πλησίον ἱερῶν, οἱ μὲν ὡς ἱκετεύσοντες, ὥρμησαν, οἱ δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμ βαίνειν, τῷ παρόντι χρώμενοι πρὸς βοήθειαν, οἱ δὲ ἄλλως τῇ ταραχῇ συμφερόμενοι, καὶ τοῖς θέουσι συν εισπίπτοντες. Εἰσὶ μὲν οἳ λέγουσιν, ὡς οὐδὲ τὸ ἱερὸν αὐτοὺς προσεδέξατο, ἀλλ’ ἀναπεπταμέναις προσελ θόντες ταῖς πύλαις, ἐπικλεισθείσαις ἐνέτυχον ἔκ τινος ἀοράτου καὶ ἀφανοῦς δυνάμεως, ἣ τὰ τοι αῦτα τερατουργεῖ πρὸς τὴν τῶν ἀσεβῶν κα 35.669 τάπληξιν, καὶ τῶν εὐσεβῶν ἀσφάλειαν· ὃ δὲ ἅπαντες ἤδη καὶ λέγουσι καὶ πιστεύουσιν, ὅτι βιαζομένους αὐτοὺς καὶ φιλονεικοῦντας περὶ τὴν εἴσοδον, πῦρ ἔστησεν ἀπαντῆσαν ἐκ τοῦ ἱεροῦ, καὶ τοὺς μὲν κατ έφλεξε καὶ ἀνήλωσεν (ὡς ὅμοιόν τι περὶ αὐτοὺς συμβῆναι τοῖς Σοδομιτῶν πάθεσιν, ἢ τῷ περὶ Νάδαβ καὶ Ἀβιοὺδ θαύματι ξένως καὶ θυμιάσασι καὶ κινδυ νεύσασι), τοὺς δὲ τῶν καιρίων ἀκρωτηριάσαν, στήλην ἀφῆκεν ἔμψυχον τῆς τοῦ Θεοῦ κατὰ τῶν ἁμαρ τωλῶν ἀπειλῆς καὶ κινήσεως. Τοῦτο μὲν δὴ τοιοῦτο, καὶ ἀπιστείτω μηδεὶς, ὅτι μηδὲ ταῖς ἄλλαις τοῦ Θεοῦ δυνάμεσιν· ὃ δὲ ἔτι τούτου παραδοξότερον καὶ περιφανέστερον, ἔστη φῶς ἐν τῷ οὐρανῷ τὸν σταυρὸν περιγράφον, καὶ τὸ πρότερον ἐπὶ γῆς ἀτιμαζόμενον τοῖς ἀθέοις καὶ σχῆμα καὶ ὄνομα νῦν ἐν οὐρανῷ δείκνυται πᾶσιν ἐπίσης, καὶ γίνεται τρόπαιον τῷ Θεῷ τῆς κατὰ τῶν ἀσεβῶν νίκης, τρο παίου παντὸς ὑψηλότερον.

Εʹ. Πρὸς ταῦτα τί φήσουσιν οἱ τοῦ αἰῶνος τούτου σοφοὶ, καὶ τὰ παρ’ αὐτοῖς ἀποσεμνύνοντες, οἱ τὰς βαθείας ὑπήνας ἕλκοντες, καὶ τὸ κομψὸν περισύρον τες ἡμῖν τριβώνιον; ἀντιδιήγησαί μοι καὶ σὺ τὰ σὰ, ὁ τοὺς μακροὺς λόγους γράφων, καὶ τὰς ἀπίστους συντιθεὶς ἱστορίας, καὶ κεχηνὼς πρὸς τὰ ἄνω, καὶ τῶν οὐρανίων καταψευδόμενος, καὶ πλέκων ἐκ τῆς τῶν ἀστέρων κινήσεως τὰς γενέσεις καὶ τὰ συμ βαίνοντα; Λέγε μοι καὶ σὺ τοὺς σοὺς ἀστέρας, τὸν Ἀριάδνης στέφανον, καὶ τὸν Βερενίκης πλόκαμον, καὶ τὸν ἀσελγῆ Κύκνον, καὶ τὸν ὑβριστὴν Ταῦρον· εἰ δὲ βούλει, τὸν Ὀφιοῦχόν σου, καὶ τὸν Αἰγό κερω, καὶ τὸν Λέοντα, ἄλλους τε ὅσους ἐπὶ τῷ κακῷ γνωρίσας, ἢ θεοὺς ἢ ἀστέρας ἐποίησας. Ποῦ σὺ τοῦτον ἔχεις τὸν κύκλον ἐν τοῖς σοῖς μα θήμασι; Ποῦ δὲ τὸν ἐπὶ Βηθλεὲμ δραμόντα πρότερον ἐκ τῆς ἑῴας ἀστέρα, τὸν ὁδηγὸν τῶν σῶν Μάγων καὶ πρόξενον; Ἔχω τι κἀγὼ λέγειν ἐκ τῶν οὐρανίων· ἐκεῖνος τὴν Χριστοῦ παρουσίαν ἀνεδήλωσεν ὁ ἀστήρ· οὗτος τῆς Χριστοῦ νίκης ὁ στέφανος. 35.672

ςʹ. Ταῦτα μὲν ἐκ τῶν οὐρανίων καὶ τῶν ἄνω συμ πασχόντων τοῖς ἡμετέροις, κατὰ τὴν μεγάλην τοῦ παντὸς ἁρμονίαν τε καὶ οἰκείωσιν· τὰ δὲ ἑξῆς ὁ ψαλμὸς συμπληρούτω μοι· ὅτι Καὶ πόλεις καθ εῖλες (ὡς τὰς παλαιὰς ἐκείνας ἐπὶ τοῖς αὐτοῖς ἀσε βήμασιν), ἐν αὐταῖς ταῖς καθ’ ἡμῶν παρανομίαις, τὰς μὲν πελάγεσιν ἐπικλυσθείσας, τὰς δὲ σεισμῷ κατ ενεχθείσας, ὡς μικροῦ καὶ τὸ λειπόμενον ἔχειν εἰπεῖν, ὅτι Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ’ ἤχου καὶ περιβοήτου τῆς ἀπωλείας· τοσαύτη γὰρ αὐτῶν ἡ πτῶσις, καὶ τοιοῦτο τὸ σύντριμμα, καὶ τῶν ἐκ γειτόνων, καὶ μάλιστα τῇ ἀσεβείᾳ περιχαι ρόντων, ὡς πολλοῦ χρόνου δεῖν αὐταῖς, εἴ τις ἄρα καὶ τολμήσειε τοῦτο πρὸς ἐπανόρ θωσιν.

Ζʹ. Ἆρ’ οὖν γῆ μὲν οὕτω καὶ οὐρανός· ἀὴρ δὲ οὐκ ἐπισημαίνει τοῖς τοιούτοις καιροῖς, οὐδὲ ἡγιάσθη τότε τοῖς σημείοις τοῦ πάθους; Ἐπιδειξάτωσαν ἔτι καὶ νῦν τὰς ἐσθῆτας, οἱ τοῦ θαύματος ἐκεί νου θεαταὶ καὶ μύσται, τὰς τότε κατασημανθείσας τοῖς τοῦ σταυροῦ στίγμασιν. Ὁμοῦ τε γὰρ ταῦτα διηγεῖτό τις, εἴτ’ οὖν τῶν ἡμετέρων, εἴτ’ οὖν τῶν ἔξωθεν, ἢ διηγουμένων ἤκουε, καὶ τὸ θαῦμα ἑώρα παρ’ ἑαυτῷ, ἢ τῷ πλησίον γινόμενον, κατάστε ρος ὢν, ἢ ἐκεῖνον ὁρῶν τοιοῦτον ἐν τοῖς ἐσθήμασι, πάσης ἱστουργικῆς ψηφῖδος ἢ περιέργου ζωγρα φίας ποικιλώτερον. Ἐκ τούτου τί γίνεται; Το σαύτη τῶν ὁρωμένων κατάπληξις, ὡς μικροῦ μὲν ἅπαντας ὥσπερ ἐξ ἑνὸς συνθήματος καὶ μιᾶς φωνῆς τὸν τῶν Χριστιανῶν ἀνακαλεῖσθαι Θεὸν, εὐ φημίαις τε πολλαῖς καὶ ἱκεσίαις αὐτὸν ἐξιλάσκεσθαι· πολλοὺς δὲ οὐκ εἰς ἀναβολὰς, ἀλλὰ παρ’ αὐτὰ τῶν συμβάντων προσδραμόντας τοῖς ἱερεῦσιν ἡμῶν, καὶ πολλὰ καταδεηθέντας τῆς τε Ἐκκλησίας γενέσθαι μέρος, καὶ μυηθῆναι τὰ τελεώτερα, τῷ ἱερῷ καθαγνισθέντας βαπτίσματι, καὶ διὰ τὸν φόβον ὠφεληθέντας.

Ηʹ. Εἶχε μὲν οὖν οὕτω ταῦτα· ὁ δὲ, ταῖς κατὰ μι κρὸν μανίαις οἰστρηλατούμενος καὶ δονούμενος, ἐπὶ αὐτὸ τὸ κεφάλαιον ἀπαντᾷ τῶν ἑαυτοῦ συμφορῶν. Ὡς γὰρ κατὰ νοῦν ἔχειν αὐτῷ τὰ Χριστιανῶν ᾤετο, καὶ οἷς ἤδη κατείργαστο, τὸ καὶ πᾶν ἁλωτὸν εἶναι 35.673 θελήσαντι μόνον ἐλπίσας, καί τινα κατὰ τῶν ἑσπερίων βαρβάρων εὐημερίαν ἁρπάσας, μίαν βου λεύεται ταύτην βουλὴν συνετωτάτην τε καὶ φιλανθρω ποτάτην. Ἄρας διττὸν ἐνθένδε στρατὸν, τὸν μὲν ὁπλιτῶν, τὸν δὲ τῶν ἀγόντων αὐτὸν δαιμόνων, ᾧ καὶ μᾶλλον εἶχε θαῤῥεῖν, ἐπὶ Πέρσας στρατεύει, θράσους ἀλογίᾳ μᾶλλον ἢ ῥώμης ἀσφαλείᾳ πιστεύσας· καὶ οὐδ’ ἐκεῖνο συνιδεῖν δυνηθεὶς ὁ σοφώτατος, ὅτι θάρσος καὶ θράσος, κἂν εἰ τοῖς ὀνόμασι πλησιάζοι, πλεῖστον ἀλλήλων τῇ δυνάμει κεχώρισται, ἀνδρίᾳ τε ἣν φαμὲν καὶ ἀνανδρίᾳ. Τὸ μὲν γὰρ ἐν τοῖς τολμητέοις θαῤῥεῖν ἀνδρίας ἐστὶν, ὥσπερ τὸ ὑφίεσθαι δειλίας· οὗ δὲ πλείων ὁ κίνδυνος, ὁμόσε χωρεῖν καὶ ὠθίζεσθαι, ἀλλὰ μὴ κατέχεσθαι, θράσους, ὥσπερ τὸ ὑποχωρεῖν ἀσφα λείας. Καὶ οὐ τοῦ αὐτοῦ λόγου θετέον φυλάξαι τὰ ὄντα, καὶ τῶν οὐκ ὄντων τι προσλαβεῖν· τὸ μὲν γὰρ μάλιστα καὶ πρῶτον τοῖς νοῦν ἔχουσι τιμητέον· τὸ δὲ, ἂν μὲν ὑπάρχῃ μετὰ ῥᾳστώνης, δεκτέον· ἂν δὲ ἀντιπίπτῃ, περιοπτέον. Ὁ δὲ ὑπὲρ τοῦ κτήσασθαί τι τῶν ἐλπιζομένων πᾶσι τοῖς ὑπάρχουσι κινδυνεύων λίαν ἀνόητος. Καί μοι προσεοικέναι δοκεῖ πύκτῃ κακῷ τὴν τέχνην, πρὶν τὴν στάσιν εὖ θέσθαι, προ βαλλομένῳ· ἢ κυβερνήτῃ λελυμένης αὐτῷ τῆς νηὸς, καὶ οὐ πλοΐμως ἐχούσης, ναῦν καταδύοντι πολεμίαν, ἢ καταδύειν ἐσπουδακότι. Ὧν μοι δοκεῖ μηδὲν ἐκεῖνος ἐνθυμηθεὶς, ἐγχειρεῖν ἀπερισκέπτως τοῖς ἐγνωσμένοις, ἔτι τῶν Ῥωμαϊκῶν ὠδινόντων αὐτῷ, καὶ κακῶς διακειμένων τῷ διωγμῷ μά λιστα, τὴν ἀλλοτρίαν περινοῶν· καὶ Σαλμωνεὺς εἶναί τις ἐκ βύρσης βροντῶν, πρὸς τοὺς Τραϊανοὺς βλέ πων ἐκείνους καὶ τοὺς Ἀδριανοὺς, ὧν οὐχ ἧττον τῆς ἀνδρείας τὸ ἀσφαλὲς ἐθαυμάζετο. Τὸν Κάρον δὲ οὐκ ἐνενόει ἐκεῖνον, οὐδὲ τὸν Οὐαλεριανὸν, οἳ δίκας ἔδοσαν ὁρμῆς ἀλογίστου, ἵν’, ὅ φησιν ἡ τραγῳδία, μὴ ὀνειδίζω τὰς τύχας, ἐν Περσῶν ὅροις, ἐν ἀκμῇ τῆς εὐτυχίας καταλυθέντες.

Θʹ. Ἀλλ’ οὖν ἔδοξε ταῦτα, καὶ τῆς ὁρμῆς ἦν πᾶσαν μαντείας καὶ γοητείας, ῥητῆς τε καὶ ἀῤῥήτου 35.676 θυσίας τερατείαν εἰς ἓν ἀγαγὼν, ἵν’ ἐν βραχεῖ πᾶσα καταλυθῇ. Καὶ τὸ καλλιέρημα ὡς μέγα καὶ ὑπερ φυὲς, ὦ Χριστὲ, καὶ Λόγε, καὶ πάθη τοῦ ἀπα θοῦς, καὶ κόσμου παντὸς μυστήριον! ὅλον τὸ Χριστιανῶν γένος παραστῆναι τοῖς δαίμοσιν, εἰ τοῦ προκειμένου κρατήσειε. Τὰ μὲν οὖν πρῶτα τῆς ἐγ χειρήσεως αὐτῷ, καὶ λίαν νεανικὰ, καὶ πολλοῖς τῶν τὰ ἐκείνου φρονούντων περιβοώμενα ταῦτα. Τὴν γὰρ τῶν Ἀσσυρίων ὅσην διαῤῥέων ὁ Εὐφράτης, καὶ τὴν Περσίδα παραμειβόμενος, ἐκεῖσε τῷ Τίγριδι μίγνυ ται, ταύτην ἑλὼν καὶ τεμὼν, καί τινα τῶν φρουρίων ἐξελὼν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, εἴτ’ οὖν λαθὼν διὰ τὸ τῆς ἐφόδου τάχος, εἴτε ὑπὸ Περσῶν οὕτω στρατηγούμενος, καὶ κατὰ μικρὸν ὑπαγόμενος εἰς τοὔμπροσθεν (λέγεται γὰρ ἀμφότερα), οὕτω γοῦν προϊὼν, καὶ τῷ στρατῷ παρα πορευομένῳ, καὶ ταῖς ναυσὶ διὰ τοῦ ποταμοῦ σιτη γούσαις τε καὶ σκευαγωγούσαις, οὐ μικρὸν, τὸ ἐν μέσῳ, καὶ Κτησιφῶντι προσβάλλει· ἧς καὶ τὸ πλησίον γενέσθαι νίκης μέρος αὐτῷ διὰ τὸν πόθον ἐνομίζετο.

Ιʹ. Ἐντεῦθεν δὲ ἤδη, ὥσπερ ψάμμου ποδῶν ὑπο σπασθείσης, ἢ νηῒ ζάλης ἀντιπεσούσης, εἰς τοὐπίσω χωρεῖ τὰ πράγματα. Ἡ γὰρ Κτησιφῶν φρούριόν ἐστι καρτερὸν καὶ δυσάλωτον, τείχει τε ὀπτῆς πλίνθου, καὶ τάφρῳ βαθείᾳ, καὶ τοῖς ἐκ τοῦ ποτα μοῦ τενάγεσιν ὠχυρωμένη. Ποιεῖ δὲ αὐτὴν ὀχυροτέ ραν καὶ φρούριον ἕτερον, ᾧ προσηγορία Κωχὴ, μετὰ τῆς ἴσης ἀσφαλείας συγκείμενον, ὅση τε φυσικὴ καὶ ὅση χειροποίητος, τοσοῦτον ἑνούμε νον, ὡς μίαν πόλιν δοκεῖν ἀμφοτέρας, τῷ πο ταμῷ μέσῳ διειργομένας ταύτας· οὔτε γὰρ ἐξελεῖν οἷον τε ἦν ἐξ ἐπιδρομῆς ἀθρόας, ἢ πολιορκίᾳ παραστήσασθαι, οὔτε διεξελάσαι καὶ τῷ ναυτικῷ μάλιστα (κινδυνεῦσαι γὰρ ἂν ἐξ ὑπερδεξίων, ἀμφο τέρωθεν βαλλόμενον, καὶ εἰργόμενον), κατόπιν ἑαυ τοῦ ποιεῖται, καὶ ποιεῖται τὸν τρόπον τοῦτον. Τοῦ Εὐφράτου ποταμῶν ὄντος μεγίστου μέρος οὐκ ἐλάχιστον ἀποῤῥήξας, καὶ περιαγαγὼν, ὅσον ναυσὶν εἶναι πλόϊμον ἐκ διώρυγος (ἧς καὶ ἀρχαῖά φασιν ἴχνη φαίνεσθαι), καὶ ταύτῃ τῷ Τίγριδι συμβαλὼν μικρὸν ἔμπροσθεν, οὕτω διασώζει τὰς ναῦς ἐκ τοῦ ποταμοῦ τῷ ποταμῷ δοθείσας ἐν ἀσφαλείᾳ. Ὧδε μὲν οὖν τὸν ἐκ τῶν φρουρίων τού 35.677 των διαδιδράσκει κίνδυνον. Ὡς δὲ προϊόντι Περ σικὴ δύναμις παραφανεῖσα, καὶ ἀεί τις τῇ οὔσῃ προσγινομένη, κατὰ μετώπου μὲν ἵστασθαι, καὶ διακινδυνεύειν οὐκ ᾤετο δεῖν δίχα μεγάλης ἀνάγκης, ἐνὸν ἐκ περιουσίας κρατεῖν· ἐκ δὲ τῶν λόγων καὶ τῶν στενῶν ᾗ παρείκοι, βάλλουσα καὶ τοξεύουσα, καὶ τὰ καίρια τῆς διόδου προκαταλαμβά νουσα, ῥᾳδίως εἶργε τοῦ πρόσω· τηνικαῦτα ἐν ἀπορίᾳ τε ἦν ἤδη πολλῇ, καὶ οὐκ ἔχων ὅπη τράπηται λύσιν εὑρίσκει πονηρὰν τοῦ βουλεύ ματος.

ΙΑʹ. Ἀνὴρ γάρ τις τῶν οὐκ ἀδοκίμων ἐν Πέρ σαις, τὸν ἐπὶ Βαβυλῶνι πρὸς Κῦρον Ζώπυρον μιμησάμενος, ὡς δή τι τῷ Περσῶν βασιλεῖ, μᾶλλον δὲ μέγιστα καὶ ἐπὶ μεγίστοις προσκεκρου κὼς, καὶ δύσνους μὲν τοῖς ἐκείνου μάλιστα, εὔνους δὲ τοῖς Ῥωμαίων πράγμασι διὰ τοῦτο τυγχάνων, καὶ τὸ πιστεύεσθαι λαβὼν ἐκ τοῦ πλάσματος· Τί ταῦτα, φησὶν, ὦ βασιλεῦ; Πῶς οὕτω σαθρῶς περὶ τοσούτου βουλεύεσθε πράγματος; Τίς ὁ νηΐτης οὗτός σοι σῖτος καὶ ὁ περιττὸς φόρτος, ὁ τῆς ἀνανδρίας διδάσκαλος; Οὐδὲν γὰρ οὕτω δύσμαχον καὶ φιλόνεικον, ὡς γαστὴρ, καὶ τὸ ἐν χερσὶν ἔχειν τὴν σωτηρίαν. Ἀλλ’ εἴ τι ἐμοὶ πείθῃ, τὸ μὲν ναυτικὸν τοῦτο χαίρειν ἐάσεις, καὶ τὴν ἑπομένην ἔκλυσιν τῷ γενναίῳ τούτῳ στρατῷ· αὐτὸς δὲ δι’ ἄλλης ὁδοῦ εὐ πορωτέρας τε καὶ ἀσφαλεστέρας, ἧς ἐγώ σοι καθηγητὴς (ἔμπειρος δὲ εἴ τις ἄλλος φημὶ τῆς χώρας εἶναι τῆς Περσικῆς), ἐμβαλεῖς τε εἰς τὴν πολεμίαν, καὶ τῶν κατὰ γνώμην τυχὼν ἐπαν ήξεις· ἡμᾶς δὲ τηνικαῦτα εὖ ποιήσεις, ἡνίκα ἂν ἔργῳ πεῖραν λάβῃς τῆς ἡμετέρας εὐνοίας καὶ παραινέσεως.

ΙΒʹ. Ὡς δὲ εἶπε ταῦτα, καὶ εἰπὼν ἔπεισεν, εὔ πιστον γὰρ ἡ κουφότης, καὶ τοῦ Θεοῦ μάλιστα συνελαύνοντος, ἅπαντα ἦν ὁμοῦ τὰ δεινά· τὰς μὲν ναῦς εἶχε τὸ πῦρ, καὶ ὁ σῖτος οὐκ ἦν, καὶ προσῆν ὁ γέλως· αὐτόχειρ γὰρ ἡ σφαγὴ σχεδόν· τὰ δὲ τῶν ἐλπίδων φροῦδα, καὶ ὁ ὁδηγὸς συναπῆλθε ταῖς ὑποσχέσεσιν. Ἐν κύκλῳ δὲ οἱ πολέμιοι, καὶ περιῤῥέων ὁ πόλεμος· ἥ τε πρόοδος οὐ ῥᾳδία, ἡ τροφὴ δὲ οὐκ εὔπορος· ἐν ἀθυμίῃ δὲ ὁ στρατὸς, καὶ δι’ ὀργῆς εἶχον τὸν βασιλέα· ἐλείπετο δὲ χρη στῆς ἐλπίδος οὐδέν· μία δὲ ὡς ἐν τοῖς παροῦσιν ἐδό κει μόνη, τῆς πονηρᾶς ἀπαλλαγῆναι βασιλείας καὶ στρατηγίας. 35.680

ΙΓʹ. Τὰ μὲν δὴ μέχρι τούτου τοιαύτα· τὰ δὲ ἐν τεῦθεν οὐχ εἷς λέγεται λόγος, ἄλλος δὲ ἄλλῳ συμφέ ρεται καὶ συντίθεται, τῶν τε παρόντων ὁμοίως τῇ μάχῃ· καὶ τῶν ἀπόντων. Οἱ μὲν γὰρ ὑπὸ Περσῶν αὐ τὸν κατηκοντίσθαι φασὶν ἀτάκτοις ἐκδρομαῖς χρώμενον, καὶ ἄττοντα τῇδε κἀκεῖσε σὺν ἐμπληξίᾳ· καὶ ὅμοιόν τι περὶ αὐτὸν συμβῆναι τῷ Κύρου τοῦ Παρυσάτιδος, ὃς, τοῖς μυρίοις συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην, καὶ νεανικῶς μαχόμενος, θράσει τὴν νίκην διέφθειρεν· οἱ δὲ τοιοῦτόν τινα ἐπ’ αὐτῷ διηγοῦνται λόγον· Ἐπί τινα λόφον τῶν ὑψηλῶν ἀνελθὼν, ὡς ἐκ περιωπῆς τὸν στρατὸν ὄψει λαβεῖν, καὶ ὅσος ὑπελείφθη τῷ πολέμῳ μαθεῖν, ἐπειδή οἱ φανῆναι πολὺ τὸ πλῆθος, καὶ τῆς ἐλπίδος ἀφθονώ τερον· Ὡς δεινὸν, εἰπεῖν, εἰ πάντας τῇ Ῥωμαίων γῇ τούτους ἐπανάξομεν· ὡς ἄν τις βασκαίνων αὐ τοῖς τῆς σωτηρίας. Ἐφ’ ᾧ τινα τῶν στρατιωτῶν χα λεπῄναντα, καὶ οὐ κατασχόντα τὴν ὀργὴν, ὦσαι κατὰ τῶν σπλάγχνων, ἀλογήσαντα τῆς ἑαυτοῦ σωτη ρίας. Ὡς δὲ ἄλλοι, τῶν γελοιαστῶν βαρβάρων τινὰ τοῦτο τολμῆσαι (οἳ τοῖς στρατιώταις ἕπονται, λύ πης τε ψυχαγωγία καὶ πότοις ἥδυσμα). Εἰσὶ δὲ οἳ καὶ Σαρακηνῶν τινι τὸ κλέος τοῦτο διδόασι. Πλὴν δέ χεται πληγὴν καιρίαν ὄντως, καὶ παντὶ τῷ κόσμῳ σω τήριον, καὶ μιᾷ τομῇ σφαγέως, πολλῶν σπλάγχνων ἀπαιτεῖται δίκην κακῶς πιστευθέντων. Ὃ καὶ θαυμάζω, πῶς, πάντα γινώσκειν ὁ μάταιος ἐντεῦθεν οἰόμενος, 35.681 ἓν τοῦτο τὴν κατὰ τῶν ἑαυτοῦ σπλάγχνων πληγὴν ἠγνόησεν.

Ι∆ʹ. Ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν τοῦ ἀν δρὸς, μεγίστην τῆς ἐκείνου κακοδαιμονίας ἐπὶ πολλοῖς ἔχον ἀπόδειξιν. Ἔκειτο μὲν ἐπὶ τῇ ὄχθῃ τοῦ ποταμοῦ, καὶ πονηρῶς εἶχε τοῦ τραύματος· πολλοὺς δὲ εἰδὼς τῶν πρὸ αὐτοῦ δόξης ἠξιωμένων, ὡς ἂν ὑπὲρ ἄνθρωπον νομισθεῖεν, τέχναις τισὶν ἐξ ἀνθρώ πων ἀφανισθέντας, καὶ διὰ τοῦτο θεοὺς νομισθέντας ἔρωτι τῆς αὐτῆς δόξης ἑαλωκὼς, καὶ ἅμα τῷ τρόπῳ τῆς τελευτῆς διὰ τὸ τῆς ἀβουλίας ἄδοξον αἰσχυνό μενος, τί μηχανᾶται, καὶ τί ποιεῖ; οὐδὲ γὰρ τῷ βίῳ συναναλίσκεται πονηρία· ῥίψαι κατὰ τοῦ πο ταμοῦ πειρᾶται τὸ σῶμα, καὶ πρὸς τοῦτο ἐχρῆτό τισι τῶν πιστῶν ἑαυτοῦ συνεργοῖς καὶ μύσταις τῶν ἀποῤῥήτων. Καὶ εἰ μὴ τῶν βασιλικῶν εὐνούχων τις, τὸ πρᾶγμα αἰσθόμενος, καὶ τοῖς ἄλλοις καταμηνύ σας, μίσει τοῦ κακουργήματος τὴν ὁρμὴν διεκώ λυσε, κἂν ἐφάνη τις ἄλλος τοῖς ἀνοήτοις θεὸς νέος ἐξ ἀτυχήματος. Ἀλλ’ ἐκεῖνος οὕτω μὲν βασι λεύσας, οὕτω δὲ στρατηγήσας, οὕτω καὶ καταλύει τὸν βίον.

ΙΕʹ. ∆ιαδεξάμενος δὲ τὴν βασιλείαν εὐθὺς μετ’ ἐκεῖνον, ὁ μετ’ ἐκεῖνον ἀναῤῥηθεὶς ἐν αὐτῷ τῷ στρατοπέδῳ, καὶ τῇ τῶν κινδύνων ἀκμῇ ἀναγ καίως ἐπιζητούσῃ τὸν ἡγησόμενον, ἀνὴρ ἐπιφανὴς τά τε ἄλλα καὶ τὴν εὐσέβειαν, καὶ τὸ εἶδος, ἀληθῶς τυραννίδος ἄξιος, τὸ μὲν εἰς χεῖρας ἰέναι Πέρ σαις, ἢ προϊέναι οὐδαμῶς οἷός τε ἦν, καίτοι γε ἀνδρείας καὶ προθυμίας οὐδὲν ἐλλείπων, τοῦ στρα τοῦ παρεικότος τὰς χεῖρας καὶ τὰς ἐλπίδας, ἐζήτει δὲ τὴν ἀνάζευξιν· καὶ ὅπως ἂν ἀσφαλῶς τύχοι ταύτης ἐσκόπει, ὥσπερ οὐ βασιλείας, ἀλλ’ ἥττης γεγονὼς κληρονόμος. Εἰ μὲν οὖν μὴ Πέρσαι τῇ νίκῃ μετριάζοντες (καὶ γὰρ νόμος οὗτος αὐτοῖς εἰδέναι μετρεῖν εὐπραγίαν), ἤ τι δείσαντες ἄλλο τῶν λεγομένων, εἰς συμβάσεις ἐτράποντο, καὶ ταύ τας ἀδοκήτους οὕτω καὶ φιλανθρώπους, οὐδὲν ἐκώ λυε μηδὲ πυρφόρον, ὃ δή φασιν, ὑπολειφθῆναι τῷ στρατῷ· τοσοῦτον εἶχον αὐτοὺς οἱ Πέρσαι διὰ χειρὸς, ἐν γῇ τε ἰδίᾳ μαχόμενοι, καὶ προσεπηρ μένοι τοῖς γεγονόσιν· ἱκανὸν γὰρ τό τι προσλα βεῖν εὐημερίας, καὶ πρὸς τὴν ἐλπίδα τοῦ μέλ 35.684 λοντος· νῦν δὲ ὁ μὲν, ὅπερ εἶπον, ἑνὸς ἦν τοῦ δια σώσασθαι τὸν στρατὸν, καὶ τὰ νεῦρα Ῥωμαίοις ὑπολιπεῖν· νεῦρα γὰρ ἦσαν, καὶ εἰ κακῶς ἔπραξαν ἀβουλίᾳ μᾶλλον τοῦ στρατηγήσαντος ἢ σφῶν αὐτῶν ἀνανδρίᾳ. Οἱ δὲ ἐπὶ ταῖς συνθήκαις ταύταις συν έβησαν, ταῖς οὕτως αἰσχραῖς τε καὶ ἀναξίαις τῆς Ῥωμαίων χειρὸς, ἴν’ εἴπω τὸ συντομώτατον· ὧν εἴ τις, ἐκεῖνον ἀφεὶς τῆς αἰτίας, τοῦτον καταμέμ φοιτο, λίαν ἐστὶν ἀγνώμων ἔμοιγε λογι στὴς τῶν τότε συμβεβηκότων. Οὐ γὰρ τοῦ ἀμή σαντος ὁ στάχυς, ἀλλὰ τοῦ σπείραντος· οὐδὲ τοῦ κατασβέσαι μὴ δυνηθέντος ὁ ἐμπρησμὸς, τοῦ δὲ ἀνάψαντος· καὶ τὸ τοῦ Ἡροδότου περὶ τῆς Σα μίων τυραννίδος καιρὸς εἰπεῖν, ὅτι Τοῦτο τὸ ὑπό δημα ἔῤῥαψε μὲν Ἱστιαῖος, ὑπεδύ σατο δὲ Ἀρισταγόρας, ὁ τὰ τοῦ προειληφό τος ὑποδεξάμενος.

Ιςʹ. Τί λοιπὸν ἦν ἢ τὸ σῶμα Ῥωμαίοις ἐπαναχθῆναι τοῦ δυσσεβοῦς, καίπερ οὕτω καταστρέ ψαντος; Ἐπεὶ δὲ καὶ ἡμῖν ἐστι νεκρὸς ὁ πρὸ αὐτοῦ καταλύσας τὸν βίον, ἴδωμεν κἀνταῦθα τοῖν βασιλέοιν ἀμφοῖν τὸ διάφορον, εἴ τι καὶ τοῦτο φέρει πρὸς εὐ δαιμονίαν ἢ κακοδαιμονίαν τοῖς ἀπελθοῦσιν. Ὁ μέν γε παραπέμπεται πανδήμοις εὐφημίαις τε καὶ πομπαῖς, καὶ τούτοις δὴ τοῖς ἡμετέροις σεμνοῖς, ᾠδαῖς παννύχοις καὶ δᾳδουχίαις, αἷς Χριστιανοὶ τιμᾷν μετάστασιν εὐσεβῆ νομίζομεν· καὶ γίνεται πανήγυρις μετὰ πάθους ἡ ἐκκομιδὴ τοῦ σώματος. Εἰ δέ τῳ πιστὸς ὁ λόγος, καὶ τοῦτο διεδόθη ταῖς τῶν πολλῶν ἀκοαῖς, ὅτι, ἐπειδὴ τὸν Ταῦρον ὑπερβάλ λοι τὸ σῶμα πρὸς τὴν πατρῴαν αὐτῷ πόλιν διασωζόμενον, ταύτην δὴ τὴν ὁμώνυμον ἐκείνοις καὶ μεγαλώνυμον, φωνή τις ἐκ τῶν ἄκρων ἔστιν οἷς ἐξηκούετο, οἷον ψαλλόντων τε καὶ παραπεμπόντων, ἀγγελικῶν οἶμαι δυνάμεων, γέρας τῆς εὐσεβείας ἐκείνῳ, καὶ ἀντίδοσις ἐπιτάφιος. Καὶ γὰρ εἰ τὴν ὀρθὴν δόξαν παρακινεῖν ἔδοξεν, ἀλλὰ καὶ τοῦτο 35.685 τῆς τῶν ὑποδυναστευόντων σκαιότητος καὶ κακο δοξίας τὸ ἔγκλημα, οἳ, ἁπλῆν καὶ ἀπαγῆ εἰς εὐσέβειαν παραλαβόντες ψυχὴν, οὐ προορωμένην τὰ βάραθρα, ἀπήγαγον ᾗπερ ἐβούλοντο, καὶ προ σχήματι ἀκριβείας τὸν ζῆλον κακίαν εἰρ γάσαντο.

ΙΖ. Ἀλλ’ οὖν ἡμεῖς, τὸ κοινότερον, τόν τε πατέρα ἐννοοῦντες τὸν βαλόμενον τὴν κρηπίδα τῆς βασιλικῆς τῷ Χριστιανισμῷ δυναστείας καὶ πίστεως, καὶ τὸν εἰς αὐτὸν κατελθόντα κλῆρον τοῦ δόγματος, ἐγεραίρομεν τὰ εἰκότα τὸ σκῆνος τοῦ δι καίᾳ βασιλείᾳ συζήσαντος, καὶ τὸν βίον κατα λύσαντος τῷ ὁσίῳ τέλει, καὶ τὸ κράτος ἡμῖν καταλείψαντος. Ὡς δὲ πλησιάζοι τῇ μεγάλῃ καὶ βασιλίδι πόλει, τί δεῖ λέγειν δορυφορίας τε τοῦ στρατοῦ παντὸς, καὶ τάξιν ἐνόπλιον, ὡς ζῶντι τῷ βασιλεῖ γινομένην, ἢ τῆς λαμπρᾶς πόλεως ἔκχυσιν, ὀνομαστοτάτην τῶν πώποτε γενομένων ἢ ἐσομένων; Ἀλλ’ ὁ θρασὺς καὶ γεννάδας ἐκεῖνος, καὶ νέᾳ τῇ πορφυρίδι καλλωπιζόμενος, καὶ διὰ τοῦτο, ὡς τὸ εἰκὸς, μέγα φρονῶν, μέρος γίνεται καὶ αὐτὸς ἐκείνῳ τῆς προπομπίου τιμῆς, τὴν αὐτὴν καὶ ἀντιδι δοὺς καὶ ἀντιλαμβάνων χάριν, τὸ μέν τι βια σθεὶς, τὸ δὲ ἑκὼν, ὡς λέγουσιν. Ὁ γὰρ στρατὸς ἅπας, εἰ καὶ τοῦ παρόντος ἥττητο κράτους, ἀλλ’ οὖν πλεῖον τῷ κατοιχομένῳ νέμων αἰδοῦς (ἐπειδὴ καὶ πεφύκαμεν εὐνούστεροί πως εἶναι τοῖς ἔτι προσφάτοις πάθεσι, τῷ φίλτρῳ προσπάσχοντες, καὶ τὸν ἔλεον τούτῳ προσάπτοντες), καὶ διὰ τοῦτο οὐκ ἀνεχόμενοι τὸ μὴ οὐχ ὡς βασιλέα τιμηθῆναι τοῦτον, καὶ προσδεχθῆναι πείθουσι τὸν ἀποστάτην, καὶ συναναγκάζουσιν ὑπαντῆσαι τῷ νεκρῷ μετὰ τοῦ προσήκοντος σχήματος· τὸ δὲ ἦν, ἀποκοσμήσαντα τὴν κεφαλὴν τοῦ διαδήματος, καὶ ὑποκύψαντα τῷ βασιλεῖ τὰ εἰκότα, οὕτως ἐπὶ τὸν τάφον συμπαραπέμψαι τοῖς ἄγουσι, καὶ τὸν ἀοίδι μον τῶν Ἀποστόλων σηκὸν, οἳ δὴ τὸ ἱερὸν γένος καὶ ὑπεδέξαντο καὶ διαφυλάττουσι, μι 35.688 κροῦ τὰ ἴσα γέρα καρπούμενον. Οὕτως ὁ ἡμέτε ρος.

ΙΗʹ. Τῷ δὲ αἰσχρὰ μὲν τὰ τῆς ἐκστρατείας (ἠλαύ νετο δήμοις καὶ πόλεσι, καὶ φωναῖς δημοσίαις καὶ βωμολόχοις, ὧν ἔτι καὶ νῦν οἱ πολλοὶ μνημο νεύουσιν), ἀδοξοτέρα δὲ ἡ ἐπάνοδος. Τίς δὲ ἡ ἀδοξία; Μῖμοι γελοίων ἦγον αὐτὸν, καὶ τοῖς ἀπὸ τῆς σκηνῆς αἴσχεσιν ἐπομπεύετο καταυλούμενός τε καὶ κατορ χούμενος, καὶ τὴν ἄρνησιν, καὶ τὴν ἧτταν, καὶ τὸ τέλος ὀνειδιζόμενος. Καὶ τί γὰρ οὐ πάσχων κα κῶν; τί δὲ οὐκ ἀκούων οἷς οἱ τοιοῦτοι νεανιεύον ται, τέχνην τὴν ὕβριν ἔχοντες, ἕως ἡ Ταρσέων αὐτὸν ὑποδέχεται πόλις, οὐκ οἶδ’ ὅπως καὶ ἀνθ’ ὅτου τὴν ὕβριν ταύτην κατακριθεῖσα; Ἔνθα δέ οἱ τέ μενος ἄτιμον, καὶ τάφος ἐξάγιστος, καὶ ναὸς ἀπόπτυστος, καὶ οὐδὲ θεατὸς εὐσεβῶν ὄψεσι.

ΙΘʹ. Καὶ ταῦτα διῆλθον ὡς μέγιστα τῶν ἐκείνου κατηγορημάτων καὶ κυριώτατα, οὐκ ἀγνοῶν, ὅτι δυσὶ μὲν καὶ τρισὶ τῶν περὶ τὰ βασίλεια κο λάκων, καὶ τὴν ἀσέβειαν ὁμοτίμων (τοὺς γὰρ ἄλ λους ἑκὼν παρίημι), τοσοῦτος ἐδόθη τῆς ἀσεβείας μισθὸς, ὥστε οὐδὲν ἐκώλυεν ἐντὸς ὀλίγου χρόνου, πᾶ σαν αὐτοὺς ἂν ληΐσασθαι τὴν ὑπὸ Ῥωμαίοις γῆν τε καὶ θάλασσαν, εἰ μὴ θᾶττον πέρας ἐδόθη τοῖς πράγμασι δεξιόν· τοσοῦτον ὑπερέβαλλον λῃστείᾳ καὶ ἀπληστίᾳ τοὺς πρὶν ἑκατοντάχειρας· αἱ δὲ τῶν ἐθνῶν ἀρχαὶ οὐ τοῖς ἐπιεικεστάτοις, ἀλλὰ τοῖς ἀπαν θρωποτάτοις ἐνεχειρίζοντο· καὶ μία ψῆφος ἦν εἰς ἀρχὴν, ἡ παράβασις, καὶ τὸ τυχεῖν τῶν παρ’ ἐκείνου δωρεῶν, τοὺς τὰ κάκιστα περὶ ἑαυτῶν βουλευ σαμένους.

Κʹ. Τί δ’ ἂν εἰ λέγοιμι δικῶν μεταθέσεις καὶ μετακλίσεις διὰ μέσης νυκτὸς πολλάκις μεταβαλλομένων καὶ περιτρεπομένων, ὥσπερ ἀμπώ τιδας· ἐπεὶ καὶ δικάζειν ὁ γεννάδας ἠξίου, πάντα ἑαυτοῦ διὰ φιλοτιμίαν ποιούμενος; Τάχα ἂν μι κρὰ λίαν ἐγκαλεῖν δόξαιμι, καὶ τὰ μέγιστα τοῖς μι κροῖς καθυβρίζειν. Πλήν γε ὁμολογείσθω, ὅτι οὐκ Ἠλυσίων πεδίων ἄξια ταῦτα, οὐδὲ τῆς Ῥαδαμάνθυος ἐκεῖσε δόξης, ἧς μοίρας ἀξιοῦσιν ἐκεῖνον οἱ 35.689 τῆς αὐτῆς φατρίας τε καὶ τάξεως. Ἓν τῶν ἐκείνου θαυμάζειν ἔχω· πολλοὺς γὰρ τῶν αὐτῷ συνήθων τε καὶ γνωρίμων, ἐκ τῶν κατὰ τὴν Ἀσίαν διατριβῶν μάλιστα, ἐκάλει μὲν κατὰ πᾶσαν σπουδὴν, ὡς δρά σων θαυμάσια, οἷα καὶ ταῖς ἐλπίσιν ἐπτέρου, μεμνη μένους τῶν ὑποσχέσεων· ἐπεὶ δὲ παρεῖεν, τοῦτο ἐκεῖνο αἱ τῶν ψήφων κλοπαὶ, καὶ τῶν ὄψεων ἀπάται· τοὺς μὲν τοὺς δὲ τὸν τρόπον, τοὺς δὲ τὸν διαπαίζων· ἔστι δὲ οὓς καὶ τραπέζῃ φιλοφρονού μενος, καὶ πολὺ τὸ Ἑταῖρε προπίνων, καὶ λαρυγ γίζων ἀντ’ ἄλλου τινὸς δελεάσματος, ἀπρά κτους ἀπέπεμπεν, οὐκ ἔχοντας ὅτῳ μέμφονται πλέον, ἐκείνῳ τῆς ἀπάτης ἢ σφίσιν αὐτοῖς τῆς κου φότητος.

ΚΑʹ. Ἐκεῖνο δὲ πῶς οὐκ ἐπαινετὸν τῆς τοῦ φιλοσόφου παιδεύσεως, ὅτι τοσοῦτον ἀόργητος ἦν, καὶ τῶν παθῶν ὑψηλότερος, κατὰ τοὺς πώποτε τῶν βασιλέων ἀτρέπτους καὶ ἀκινήτους, καὶ μηδ’ ἂν, εἴ τι γένοιτο, τοῦ προσώπου τι παρατρέψαντας, ἢ πάθους ἴχνος ἐπισημαίνοντας· ὥσθ’ ὅτι μὲν βοῶν καὶ σεισμῶν ἐπλήρου τὰ βασίλεια δικάζων, ὥσπερ αὐτὸς ὢν ὁ τυραννούμενος καὶ ζημιούμενος, οὐκ ἄλλοις ταῦτα πάσχουσιν, ἐπαμύνων; Ταῦτα μὲν οὐδὲ λόγου τινὸς ἀξιώσομεν· τοῦτο δὲ τίς ἀγνοεῖ τῶν ἁπάντων, ὅτι πολλοὺς προσιόντας οἷ δημοσίᾳ καὶ τῶν ἀγροικοτέρων, ὥστε τυχεῖν τινος ὧν ἄνθρω ποι βασιλέων δέονται, παίων πὺξ δημοσίᾳ καὶ λὰξ ἐναλλόμενος οὕτω διετίθει κακῶς, ὥστ’ ἀγαπᾷν ἐκεί νους τὸ μή τι παθεῖν χαλεπώτερον;

ΚΒʹ. Τὰς δὲ φυσήσεις τε καὶ ἀντιφυσήσεις, ἃς ὁ θαυμάσιος ἐκεῖνος, καὶ τὰ ἡμέτερα διασύρων, τοῖς γραϊδίοις ἀντεπεδείκνυτο, τὸ ἐπιβώμιον πῦρ ἀνάπτων, ποῦ λόγου θήσομεν; Ἢ καλόν γε τοῦ Ῥωμαίων βασιλέως τὰς γνάθους ὁρᾷν ἀσχημονούσας, καὶ γέλωτα πολὺν παρεχούσας, οὐ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐτοῖς, οἷς ταῦτα ποιῶν ἀρέσκειν ᾤετο. Τὴν Ἀθηνᾶν δὲ οὐκ ἤκουε, τὴν ἑαυτοῦ θεὸν, ὅτι καὶ τοῖς αὐλοῖς κατηράσατο, οἷς ἐνασχημονοῦσαν ἑαυτὴν κατεμάνθανεν, ἀντ’ ἐσόπτρου χρησα μένη τῷ ὕδατι. Τὰς δὲ προπόσεις τε καὶ φιλο 35.692 τησίας, ἃς δημοσίᾳ ταῖς πόρναις προὔπινέ τε καὶ ἀντιπροὐπίνετο, ὑποκλέπτων τὸ ἀσελγὲς μυστη ρίου προσχήματι, πῶς οὐ θαυμάζειν ἄξιον;

ΚΓʹ. Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προλαβοῦσα τὴν ἐξουσίαν· ἐμοὶ δὲ καὶ πόῤῥωθεν τρόπον τινὰ ἑωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ συνεγενόμην Ἀθήνῃσιν. Ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ νεωτερισθέντων, τὸν βασιλέα τοῦτο αὐτὸ παραιτησάμενος. ∆ιττὸς δὲ αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος· ὁ μὲν εὐπρεπέστερος, καθ’ ἱστορίαν τῆς Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευ τηρίων· ὁ δὲ ἀποῤῥητότερος, καὶ οὐ πολλοῖς γνώρι μος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ’ ἑαυτὸν συγγενέσθαι, οὔπω παῤῥησίαν ἐχού σης τῆς ἀσεβείας. Τότε τοίνυν οὐ φαῦλος ἐγὼ τοῦ ἀνδρὸς εἰκαστὴς οἶδα γενόμενος, καίτοι γε οὐ τῶν εὖ πεφυκότων περὶ ταῦτα εἷς ὤν. Ἀλλ’ ἐποίει με μαν τικὸν ἡ τοῦ ἤθους ἀνωμαλία, καὶ τὸ περιττὸν τῆς ἐκστάσεως· εἴπερ μάντις ἄριστος, ὅστις εἰκά ζειν οἶδε καλῶς. Οὐδενὸς γὰρ ἐδόκει μοι ση μεῖον εἶναι χρηστοῦ αὐχὴν ἀπαγὴς, ὦμοι παλλόμενοι καὶ ἀνασηκούμενοι, ὀφθαλμὸς σοβούμενος καὶ περιφερόμενος, καὶ μανικὸν βλέπων, πόδες ἀστα τοῦντες καὶ μετοκλάζοντες, μυκτὴρ ὕβριν πνέων καὶ περιφρόνησιν, προσώπου σχηματισμοὶ καταγέλαστοι τὸ αὐτὸ φέροντες, γέλωτες ἀκρατεῖς τε καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύ ματι, ἐρωτήσεις ἄτακτοι καὶ ἀσύνετοι, ἀποκρίσεις οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι καὶ οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προϊοῦσαι παιδεύσεως.

Κ∆ʹ. Τί ἂν τὰ καθ’ ἕκαστον γράφοιμι; Τοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, ὃν καὶ ἐπὶ τῶν ἔργων 35.693 ἐγνώρισα. Καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων καὶ ἀκουσάντων, οὐ χαλεπῶς ἂν ἐμαρτύρησαν· οἷς, ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς ἐφθεγξάμην· Οἷον κακὸν ἡ Ῥωμαίων τρέφει! καὶ προαγορεύσας, καὶ γενέσθαι ψευδόμαντις ἐμαυτοῦ κατευξάμενος. Κρεῖσσον γὰρ ἢ τούτων πλησθῆναι τὴν οἰκουμένην κακῶν, καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω πρότερον· πολλῶν μὲν ἐπικλυσμῶν θρυλλουμέ νων, πολλῶν δὲ ἐμπρησμῶν, καὶ βρασμῶν γῆς, καὶ χασμάτων, ἔτι δὲ ἀνδρῶν ἀπανθρωποτάτων καὶ θηρίων ἀλλοκότων τε καὶ συνθέτων, ὧν ἡ φύσις ἐκαινοτόμησε. Ταύτῃ τοι καὶ τέλος ἄξιον ἠνέγ κατο τῆς ἀπονοίας· ἐνταῦθα μόνον οὐκ ἀνασχομένου τοῦ Θεοῦ τῆς συνήθους μακροθυμίας, ἔνθα πολλοῖς κακὸν ἦν τὸ φιλάνθρωπον, καὶ πολλὴν μὲν ἔμελλε παρέξειν ἀθυμίαν τοῖς κατορθοῦσι, πολλὴν δὲ τοῖς ἁμαρτάνουσι καταφρόνησιν· ὡς οὐκ ἐφορῶντος οὐδενὸς τὰ ἡμέτερα, οὐδὲ οὔσης τινὸς κυβερνήσεως ἢ ἀντιδόσεως, ἀλλὰ τοῦ αὐτομάτου τὸ πᾶν φέ ροντός τε καὶ περιτρέποντος· ὃ διανοίας ἐστὶ πονη ρᾶς καὶ λίαν ἐπισφαλῶς περὶ τῶν μεγίστων διακει μένης.

ΚΕʹ. Ταῦτα τῶν Γαλιλαίων ἡμῶν, ταῦτα τῶν ἀτί μων τὰ διηγήματα· ταῦτα οἱ τὸν ἐσταυρωμένον προσ κυνοῦντες ἡμεῖς, ταῦτα οἱ τῶν ἁλιέων μαθηταὶ καὶ τῶν ἀπαιδεύτων, ὡς αὐτοὶ λέγουσι· ταῦτα οἱ τοῖς γραϊδίοις συγκαθεζόμενοι, καὶ συμψάλλοντες· ταῦτα οἱ ταῖς μακραῖς νηστείαις ἐκτετηγμένοι καὶ ἡμιθνῆ τες· ταῦτα οἱ μάτην ἀγρυπνοῦντες ἡμεῖς, καὶ ταῖς παννύχοις στάσεσι παραληροῦντες, καὶ ὑμᾶς καταβάλλοντες. Ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ σύμβουλοι; Ἐκ τῶν παρ’ ἡμῖν τινος ἀσόφων, ὡς γοῦν ὑμῖν δοκεῖ, λαμβάνω τὸν ἐπινίκιον. Ποῦ αἱ θυσίαι, καὶ τελεταὶ, καὶ μυστήρια; ποῦ σφάγια φανερά τε καὶ ἀφανῆ; ποῦ τέχνη κατὰ τῶν ἐντόμων ἐπαινου μένη; ποῦ τερατεία προγνώσεως καὶ σημεῖα ἐγγαστριμύθων; ποῦ Βαβυλὼν ἡ ἔνδοξος θρυλλουμένη, καὶ οἰκουμένη πᾶσα περινοουμένη δι’ ὀλίγου καὶ ἐναγοῦς αἵματος; ποῦ δὲ οἱ ἐν τῇ χειρὶ κρατούμενοι Πέρσαι καὶ Μῆδοι; ποῦ δὲ οἱ προπεμπόμενοι καὶ παραπέμποντες, καὶ προπολεμοῦντες καὶ συμ 35.696 πολεμοῦντες θεοί; ποῦ αἱ κατὰ Χριστιανῶν μαν τεῖαι, καὶ ἀπειλαὶ, καὶ ἡ κατὰ προθεσμίαν κατάλυ σις ἡμῶν μέχρις ὀνόματος; Οἴχεται πάντα, διέψευ σται, διεῤῥύηκεν, ὄναρ ἐφάνη τῶν ἀσεβῶν τὰ κομ πάσματα.

Κςʹ. Ὁ μὲν οὖν τοῦ Ἰούδα βασιλεὺς Ἐζεκίας,ἐλθόντος ἐπ’ αὐτὸν δυνάμει πολλῇ τῶν ἀλλοφύλων τι νὸς βασιλέως, καὶ στρατοπέδῳ κυκλώσαντος τὴν Ἱε ρουσαλὴμ, λόγους τε βλασφήμους καὶ ἀσεβεῖς κατά τε τοῦ βασιλέως καὶ αὐτοῦ τοῦ Θεοῦ πικρῶς ἀποῤ ῥίψαντος, ὡς οὐδ’ ἂν ὁτιοῦν γένηται, περισώ σοντος ἐκ τῆς αὐτοῦ δυναστείας τὴν πόλιν, ἐπὶ τὸ ἱερὸν ἐλθὼν, καὶ τὴν ἐσθῆτα περιῤῥηξάμενος, δα κρύων τε προχέων πηγὰς, καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείνας, τὸν Θεὸν τῆς Σεναχηρεὶμ βλασφημίας ἐπιμαρτύρεται, κἀκεῖνον ἔκδικον γενέσθαι τῆς τῶν ἀπειλουμένων ὑπερηφανίας ἐπιζητεῖ· Εἶδες, Κύριε, λέγων, ὅσα ὠνείδισέ σε ὁ ἀλλόφυλος οὗτος τὸν Θεὸν τοῦ Ἰσραήλ· εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· καὶ οὐκ ἐψεύσθη γε τῆς αἰτήσεως· ἀλλ’ ᾔσθετο ἔργῳ τῆς ἑαυτοῦ μανίας ὁ θεομάχος, καὶ ἀπῆλθεν ἄπρακτος μετὰ τῶν ἀπειλῶν ὑπό τινος ἀοράτου δυ νάμεως ἐπιπεσούσης ἄφνω, καὶ τὸ πολὺ τῆς στρατιᾶς ἀποβαλὼν, καὶ ἀγγελίᾳ πικρᾷ μεταναστὰς, ἀδοκή τως λυούσῃ καὶ τὴν πολιορκίαν, καὶ τὰς ἐλπίδας. Ταῦτα Ἐζεκίας, ὁ τὴν πολλὴν περιβεβλημένος δύναμιν, ὁ τῆς μεγάλης βασιλεὺς Ἱερουσαλὴμ, ὁ τάχα ἂν ἀποκρουσόμενος καὶ δι’ ἑαυτοῦ τὸν πολέμιον. Ἡμεῖς δὲ, οἷς μόνον καὶ ὅπλον, καὶ τεῖχος, καὶ ἄλλο πᾶν ἀμυντήριον, ἡ πρὸς τὸν Θεὸν ἐλπὶς ὑπ ελείπετο, πᾶσαν ἀνθρωπίνην περιῃρημένοις καὶ πε ρικεκομμένοις ἐπικουρίαν παντάπασι, τίνα ἄρα ἕτερον ἢ τῆς εὐχῆς ἀκροατὴν, ἢ κωλυτὴν τῶν ἀπειλουμένων ἕξειν ἐμέλλομεν, ἢ τὸν ὀμνύοντα κατὰ τῆς ὑπερηφανίας Ἰακὼβ Θεόν; Ὢ τῶν ἀπίστων διηγημάτων! Ὢ τῆς τῶν ἐλπιζομέ 35.697 νων θρασύτητος! Ἐπηγγέλθημεν ἀντ’ ἄλλου τινὸς ἱερείου τοῖς δαίμοσι· καὶ ἡ μεγάλη τοῦ Θεοῦ κληρονο μία, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, μιᾶς ἆθλον ἐλπίδος, καὶ ἑνὸς πολέμου νικητήριον ἐγενόμεθα.

ΚΖʹ. Ταῦτα Χριστιανοῖς παρὰ σοῦ ἀνθ’ ὧν ἐσώθης δι’ αὐτῶν κακῶς τὰ ἐπίχειρα; Ταῦτα Κυρίῳ τῷ Θεῷ σου ἀνταπέδωκας; Πρότερον μὲν οὖν, ἡνίκα ἔτι ἀνεῖχε καὶ ἀνεβάλλετο τὴν ὑπὲρ ἡμῶν ὀργὴν ὁ Θεὸς, καὶ οὔπω πάντα τὸν ἑαυτοῦ ζῆλον ἐξέκαυ σεν, ἀλλ’ ὑψηλὴν ἔτι κατὰ τῶν ἀσεβῶν εἶχε τὴν χεῖρα, καὶ τὸ τόξον ἐνέτεινε μὲν καὶ ἡτοίμασε, κατεῖχε δὲ βίᾳ, καὶ ὥσπερ τι νόσημα ὕπουλον καὶ κακόηθες ἐκραγῆναι πρότερον ὅλην αὐτοῦ τὴν πονηρίαν ἀνέμενεν, ὥσπερ δὴ Θεοῦ κρίσεως νό μος, ἵν’ ἢ σώσῃ τῇ μετανοίᾳ ἢ κολάσηται δικαιότε ρον· τότε μὲν, δυσανασχετοῦντες τοῖς γινομένοις, καὶ πρὸς τὸ μέλλον κάμνοντες (οὐ γὰρ ἐφέρομεν τὴν ἀποκρυπτομένην αὐτοῦ τοῖς οἰκείοις χρηστότητα), ἐκείνας ἠφίεμεν πρὸς τὸν Θεὸν τὰς φωνὰς, τὰ μὲν ὡς δεσπότην ἐπικαλούμενοι, τὰ δὲ ὡς πρὸς πατέρα χρηστὸν ποτνιώμενοι, τὰ δὲ οἷον ὀνειδίζοντες καὶ δικαιολογούμενοι πρὸς αὐτὸν, οἷα τὰ τῶν ἀλ γούντων· Ἵνα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠρ γίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Καὶ μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς, ἣν περιεποιήσω τοῖς τοῦ μονογενοῦς Λόγου σου πάθεσιν, ἣν τῆς μεγάλης σου διαθήκης ἠξίωσας, ἣν καὶ εἵλκυσας εἰς οὐρανοὺς τῷ καινῷ μυστη ρίῳ, καὶ τῷ ἀῤῥαβῶνι τοῦ Πνεύματος· καὶ, Ἔπ αρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὑπομιμνήσκοντες ὅσα ἐπονηρεύ σαντο κατὰ τῶν ἁγίων σου οἱ ἐχθροὶ, καὶ κατὰ τῶν ἑορτῶν σου ἐκαυχήσαντο· τὴν ῥομφαίαν τε προεκαλούμεθα, καὶ τὰς Αἰγυπτιακὰς μάστιγας, καὶ δικάσαι τὴν ἑαυτοῦ δίκην ἠξιοῦμεν, καὶ διανα στῆναί ποτε διεκελευόμεθα κατὰ τῶν ἀσεβῶν· Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, λέγοντες, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, τόν τε λαόν σου τα πεινώσουσι, καὶ τὴν κληρονομίαν σου κακώ σουσι, φθέγξονταί τε ὁμοίως ἀνομίαν καὶ δρά σουσι; καὶ μὴν κἀκείνας ἔτι τὰς γοερὰς καὶ τούτων οἰκειοτέρας φωνάς· Ἔθου ἡμᾶς εἰς ἀντιλο 35.700 γίαν καὶ ὕβριν τοῖς γείτοσιν ἡμῶν, παραβολήν τε τοῖς ἔθνεσι, καὶ γέλωτα πᾶσιν ἀνθρώποις· ἄμπελόν τέ τινα ἐλέγομεν, καὶ ἐξ Αἰγύπτου μετ ενηνεγμένην τῆς σκοτεινῆς ἀθεΐας, καὶ εἰς κάλλος πίστεως αὐξηθεῖσαν καὶ μέγεθος, εἶτα τὸν φραγμὸν περιῃρημένην, τὴν φρουροῦσαν ἡμᾶς τέως ἐπισκο πὴν τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς διοδεύουσιν ἐκκειμένην πονηροῖς δυνάσταις, καὶ λελυμασμένην ἀγρίῳ συῒ τῷ τὴν κακίαν ἰδιάζοντι πονηρῷ, καὶ κακίας βορ βόρου γέμοντι.

ΚΗʹ. Ταῦτα μὲν οὖν πρότερον καὶ διενοούμην καὶ ἀνεβόων πρὸς τὸν Θεόν· νυνὶ δὲ οἵας ἀνθ’ οἵων με ταλαμβάνω φωνάς! θρηνῶ λοιπὸν τῶν ἀσεβῶν τὴν ἀπώλειαν, καὶ γίνομαι φιλάνθρωπος τοῖς μισοῦσι, καὶ τοιαῦτα φθέγγομαι· Πῶς ἐγένοντο εἰς ἐρήμω σιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνο μίαν αὐτῶν, ὡς κονιορτὸς ὃν ὑφείλετο λαί λαψ, ὡς χνοῦς ὑπ’ ἀνέμου διαῤῥιπτούμενος, ὡς ἑωθινὴ δρόσος, ὡς ῥοῖζος πεμφθέντος βέλους, ὡς προσβολὴ βροντῆς, ὡς ἀστραπὴ διᾴττουσα. Εἰ μὲν οὖν νῦν μεταπεισθεῖεν, καὶ, τῆς πολλῆς παυσά μενοι πλάνης καὶ μέθης, μεταδιώξαιεν τὴν ἀλή θειαν, τάχα ἄν τι γένοιτο κέρδος αὐτοῖς καὶ τοῦ πτώ ματος· ἐπειδὴ καὶ τὸ παιδευθῆναι πολλάκις εἰς καλὸν τοῖς πάσχουσιν· εἰ δ’ ἐπὶ τῆς αὐτῆς μένοιεν γνώμης, καὶ περιέχοιντο τῶν εἰδώλων ἔτι, μηδὲ, ὃ καὶ τοὺς ἠλιθίους παιδεύει, σωφρονισθεῖεν τῇ συμφορᾷ. Τὴν μὲν Ἱερουσαλὴμ θρηνεῖ τοσοῦτον Ἱερεμίας, ὥστε καὶ τοῖς ἀψύχοις διακελεύεται θρῆνον, καὶ τῶν τειχῶν προκαλεῖται δάκρυον. Τούτοις δὲ τίς εὑρεθήσεται θρῆνος ἐπάξιος; Ἢ τίς ἂν ὀδύραιτο τὰ παρόντα, ἀφεὶς τὰ τῆς μελλούσης δακρύειν κο λάσεως, ἀνθ’ ὧν ἠφρονεύσαντο, καὶ ἐμακρύνθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ μόνον δὲ, ἀλλὰ καὶ τοῖς λατρεύουσι τῷ Θεῷ ἐπαν έστησαν, καὶ χεῖρα ἐπανετείναντο δυσσεβῆ καὶ τοιούτων κακῶν ἀξίαν;

ΚΘʹ. Τοῦτο μὲν οὖν, ὅπη τῷ Θεῷ φίλον, οὕτως ἐχέτω. Τίς οἶδεν εἰ ὁ λύων τοὺς πεπεδημένους Θεὸς, καὶ ἀνάγων ἐκ τῶν πυλῶν τοῦ θανάτου τὸν βαρύν τε καὶ κάτω νεύοντα, ὁ μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ τὸν θάνα τον, ἀλλὰ τὴν ἐπάνοδον, ὁ καὶ ἡμᾶς καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου φωτίσας καὶ συνετί σας, καὶ τούτους ποτὲ ἀναλήψεται, καὶ ποιμανεῖ 35.701 τῇ ποιμαντικῇ ῥάβδῳ, τὴν βαρεῖαν καὶ σιδηρᾶν κα ταθέμενος; Ἐμοὶ δὲ πάλιν πρὸς τὸν αὐτὸν ἐπινίκιον ἀναδραμεῖται ὁ λόγος· Ἔπεσε Βὴλ, συνετρίβη ∆αγὼν, ἕλη ἐγένετο ὁ Σαρὼν, κατῃσχύνθη ὁ Λίβα νος. Οὐκ ἔτι εἴπωσι τῷ μωρῷ ἄρχειν, τῷ ἀκι νήτῳ καὶ ἀναισθήτῳ τῶν εἰδώλων συντάγματι· οὐδὲ ζητήσουσι μυῖαν θεὸν Ἀκκαρὼν, ἢ εἴ τι ταύτης ἐστὶ γελοιότερον· οὐκ ἔτι τὰ ἄλση περινοήσουσι καὶ τὰ ὑψηλὰ, καὶ πᾶν ὄρος εὔκομον καὶ κατάσκιον· οὐκ ἔτι θύσουσι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις, ὅπερ πάλαι ὁ Ἰσραὴλ ὑπὸ τῶν προφητῶν ὠνειδίζετο. Ἀλλὰ τί τούτων ἐμοί; Πρὸς τὰ παρόντα καὶ ἡμέτερα τρέψομαι. Οὐκ ἔτι τοῖς ἱεροῖς οἴκοις ἡμῶν πονηρὸν ἐμβλέψουσιν· οὐκ ἔτι μιανοῦσιν αἵματι μιαρῷ τὰ τῆς καθαρωτάτης καὶ ἀναι μάκτου θυσίας ἐπώνυμα θυσιαστήρια· οὐδὲ βω μοῖς ἀθέοις τὰ ἄβατα καταισχυνοῦσιν· οὐκ ἔτι συλήσουσι καὶ βεβηλώσουσιν ἀναθήματα, πλεονεξίαν ἀσεβείᾳ μίξαντες· οὐκ ἔτι καθυβρίσουσι πολιὰν ἱερέων, σεμνότητα διακόνων, αἰδὼ παρθένων· οὐκ ἔτι σπλάγχνοις ἁγίων ἀνατμηθέντων ἐπ αφήσουσι συῶν μιαρίαν, ἵν’ ὁμοῦ τε τῆς τροφῆς καὶ τῶν σπλάγχνων ἐμφορηθῶσιν· οὐκ ἔτι προσάξουσι πῦρ μαρτύρων μνήμασιν, ὡς ἄλλων ἐφέξοντες ἄθλησιν ταῖς κατ’ αὐτῶν ἀτιμίαις· οὐκ ἔτι πυρὶ κατ αναλώσουσιν ἁγίων λείψανα, ὀστοῖς ἀτιμοτάτοις συνατιμάσαντες, καὶ τοῖς ἀνέμοις δώσουσιν, ἵνα καὶ τῆς ὀφειλομένης τιμῆς τοῖς τοιούτοις ἀποστερήσω σιν· οὐκ ἔτι καθέδραν λοιμῶν συγκροτήσαν τες, ταῖς κατ’ ἐπισκόπων, καὶ πρεσβυτέρων, ἔτι δὲ καὶ προφητῶν, καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Χριστοῦ βλασφημίαις ἐντρυφήσουσιν· οὐκ ἔτι πανη γυρίσουσι καθ’ ἡμῶν, νόμῳ τῆς κιβδήλου παιδεύσεως ἀποκλείσαντες, ὡς ὁμοῦ τούτῳ καὶ τὰς γλώσσας ἡμῶν ἐμφράξοντες.

Λʹ. ∆ός μοι τοὺς λόγους σου τοὺς βασιλικούς τε καὶ σοφιστικοὺς, τοὺς ἀφύκτους συλλογισμούς σου καὶ τὰ ἐνθυμήματα· ἴδωμεν οἷα καὶ παρ’ ἡμῖν οἱ ἁλιεῖς καὶ ἄγροικοι φθέγγονται. Μετάστησον ἦχον ᾠδῶν 35.704 σου, καὶ ψαλμὸν ὀργάνων σου, διακελεύεταί σοι προφήτης ἐμός· ᾀδέτω δὲ αὖθις σὺν ἐλευθερίᾳ ∆αβὶδ, ὁ τὸν ὑψηλὸν Γολιὰθ λίθοις μυστικοῖς καταβα λὼν, ὁ διὰ τῆς πραότητος νικήσας πολλοὺς, καὶ διὰ τῆς πνευματικῆς ἁρμονίας θεραπεύσας Σαοὺλ τὸν τῷ πονηρῷ δαίμονι συμπνιγόμενον. Σβεσάτω τὸ πῦρ ὁ δᾳδοῦχος· ἁπτέτωσαν τῷ νυμφίῳ αἱ φρόνιμοι καὶ ἱεραὶ παρθένοι τὰς ἑαυτῶν λαμπάδας· ἀποθέσθω τὴν πορνικὴν ἱεροφάντης στολήν· ἱερεῖς ἐνδύσασθε δικαιοσύνην, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, καὶ τὸν μέγαν καὶ ἄσπιλον χιτῶνα Χρι στὸν, τὸ ἡμέτερον κόσμημα.

ΛΑʹ. Σιγάτω σὸς κῆρυξ τὰ ἄτιμα· φθεγγέσθω κῆρυξ ἐμὸς τὰ ἔνθεα. Παῦσόν σου τὰς γοητικὰς καὶ μαντι κὰς βίβλους· αἱ προφητικαὶ δὲ καὶ ἀποστολικαὶ μόναι ἀνελιττέσθωσαν. Ἐπίσχες σου τὰς αἰσχρὰς καὶ σκότους γεμούσας νύκτας· ἀντεγερῶ τὰς ἱερὰς ἐγὼ καὶ λαμπρὰς παννυχίδας. Φρᾶξον τὰ ἄδυτά σου καὶ τὰς εἰς ᾅδου φερούσας ὁδούς· ἐγὼ τὰς φανερὰς καὶ φερούσας πρὸς οὐρανὸν ἐξηγήσομαι. Πόσαι ταῦτα κατέπραξαν ἂν ὅπλων παρασκευαὶ καὶ μηχανημάτων ἐπίνοιαι; πόσαι μυριάδες ἀνδρῶν καὶ φάλαγγες, ὅσα ἱκετεύοντες μόνον ἡμεῖς, καὶ Θεὸς βουληθεὶς κατειργάσατο; Λόγῳ τὸ σκότος ἔλυσε, λόγῳ τὸ φῶς ὑπεστήσατο, ἥδρασε γῆν, ἐγύρωσεν οὐρανὸν, ἀστέρας ἔταξεν, ἔσπειρεν ἀέρα, θάλασσαν ὥρισε, ποταμοὺς εἵλκυσε, ζῶα ἐψύχωσεν, ἄνθρωπον πρὸς ἑαυτὸν ἐμόρφωσε, κόσμον τοῖς ἅπασι περιέθηκε· λόγῳ καὶ τὴν νῦν σκοτόμηναν λύσας, εἰς φῶς ἅπαντα καὶ τάξιν καὶ ἁρμονίαν τὴν αὐτὴν ἐπανήγα γεν. Οὐκ ἔτι μὲν λίχνοι καὶ ἀπατηλοὶ δαίμονες δυ ναστεύουσιν· οὐκ ἔτι δὲ καθυβρίζεται κτίσις ἐν σχή ματι τιμῆς ἀντὶ Θεοῦ προσκυνουμένη. Κατάβαλε τοὺς Τριπτολέμους σου, καὶ τοὺς Κελεοὺς, καὶ τοὺς μυ στικοὺς δράκοντας· αἰσχύνθητί ποτε ταῖς τοῦ Θεολό γου σου βίβλοις Ὀρφέως· δέξαι τοῦ καιροῦ τὸ δῶρον, τὴν ἀσχημοσύνην σοι συγκαλύπτοντος. Εἰ δὲ ταῦτα μῦθοι καὶ πλάσματα, ἐγώ σου τὰ τῆς νυκτὸς ἀποκαλύψω μυστήρια.

ΛΒʹ. Οὐκ ἔτι φθέγγεται δρῦς· οὐκ ἔτι λέβης μαντεύεται· οὐκ ἔτι Πυθία πληροῦται, οὐκ οἶδ’ ὧν τινων, πλὴν μύθων καὶ ληρημάτων. Πάλιν ἡ Κασταλία σεσίγηται, καὶ σιγᾷ, καὶ ὕδωρ ἐστὶν οὐ μαντευόμε νον, ἀλλὰ γελώμενον· πάλιν ἀνδριὰς ἄφωνος ὁ Ἀπόλλων, πάλιν ἡ ∆άφνη φυτόν ἐστιν μύθῳ θρηνού 35.705 μενον· πάλιν ἀνδρόγυνος ὁ ∆ιόνυσος, καὶ χορὸν μεθυόντων ἐξηρτημένος, καὶ τὸ μέγα σου μυστήριον ὁ φαλλὸς, καὶ Προσύμνῳ τῷ καλῷ θεὸς παθαινό μενος· πάλιν Σεμέλη κεραυνῷ βάλλεται· πάλιν ἀμ φιγυήεις Ἥφαιστος, ἀλλὰ ταχὺς εἰς μοιχῶν εὕρεσιν, καὶ θεὸς κατῃθαλωμένος, εἰ καὶ κλυτοτέχνης, καὶ Θερσίτης Ὀλύμπιος· πάλιν δεσμώτης Ἄρης διὰμοιχείαν μετὰ τοῦ δείμου, καὶ τοῦ φόβου, καὶ τῶν κυδοιμῶν, καὶ τραυματίας διὰ θρασύτητα· πάλιν Ἀφροδίτη πόρνη γενομένη τε αἰσχρῶς, καὶ γάμων αἰσχρῶν ὑπηρέτις· πάλιν Ἀθηνᾶ παρθένος τέ ἐστι, καὶ τίκτει δράκοντα· πάλιν Ἡρακλῆς μαίνεται, μᾶλλον δὲ μαινόμενος πέπαυται· πάλιν τὰ πάντα γίνεται δι’ ἀσέλγειαν καὶ ἀκαθαρσίαν ὁ Ζεὺς, ὁ τῶν θεῶν μήστωρ καὶ ὕπατος, καὶ μόνος μὲν πάντας σὺν πᾶσι τοῖς οὖσιν ἀνέλκων θεοὺς, αὐτὸς δὲ ὑπὸ πάντων οὐ καθελκόμενος. Πάλιν τοῦ ∆ιὸς τάφος ἐν τῇ Κρήτῃ δείκνυται. Ἂν ἴδω σου τὸν Κερδῷον, καὶ τὸν Λόγιον, καὶ τὸν Ἐναγώνιον, συγκρύπτω τοὺς ὀφθαλμοὺς, καὶ παρατρέχω σου τὸν θεὸν αἰδοῖ τοῦ θεάματος· σὺ δέ μοι προσκύνει τὸ σύντονον τοῦ λόγου καὶ τὸ σακέλλιον· ἕν σου μόνον αἰδέσιμον, αἱ παρ’ Αἰγυπτίοις δι’ ἀνδρογύνων τιμαὶ τοῦ Νείλου, αἵ τε Ἴσιδες, καὶ οἱ Μενδήσιοι θεοὶ, καὶ οἱ Ἄπιδες, τἆλλά τε ὅσα πλάττεις, ἢ γράφεις, θηρία σύνθετα καὶ ἀλλόκοτα. Γελῶ σου τὸν Πᾶνα, καὶ τὸν Πρία πον, καὶ τὸν Ἑρμαφρόδιτον, καὶ τοὺς ὑπὸ μανίας περικεκομμένους ἢ διεσπασμένους θεούς. Ἀλλὰ ταῦτα μὲν τῇ σκηνῇ παρήσω, καὶ τοῖς κοσμοῦσιν αὐτοὺς ποιηταῖς· ἐγὼ δὲ εἰς παραίνεσίν τινα κατα λύσω τὸν λόγον.

ΛΓʹ. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νέοι τε καὶ πρεσβύ ται, ὅσοι τε εἰς τὸ βῆμα τοῦτο τελεῖτε, καὶ ὅσοι τὴν κάτω τέταχθε χώραν, πάντες ὅσους ἐλυ τρώσατο Κύριος, πρότερον μὲν ἐκ τῆς πλάνης καὶ τῆς ἀθεΐας, νυνὶ δὲ τῆς ἐπαναστάσεως τῶν ἐθνῶν, καὶ τῶν ἤδη γε παρόντων κακῶν καὶ προσδοκωμένων, ἀκούσατε λόγον ἀνδρὸς οὐ μετρίως τὰ τοιαῦτα πεπαι δευμένου, ἔκ τε τῶν ὁσημέραι συμβαινόντων, καὶ τῶν παλαιῶν ἱστοριῶν, καὶ βίβλων, καὶ πράξεων. Μέγα μὲν τὸ μηδενὸς πειραθῆναι τῶν δυσχερῶν· ἴσως δὲ οὐδὲ μέγα, εἴπερ ἀληθὴς ὁ λόγος, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα ραδέχεται, καὶ οὗ κήδεται. Ἀλλὰ μέγα μὲν τὸ μηδὲ τὴν ἀρχὴν τυχεῖν διαμαρτόντας, ἢ μὴ τὰ μέ 35.708 γιστα· ἐπειδὴ τὸ παντελῶς ἀναμάρτητον ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἔταξεν ὁ Θεός· δεύτερον δὲ, ὡς ἔμοιγε δοκεῖ, τὸ πταίσαντάς τι καὶ παιδευθέν τας, εἶτα ἐπανεθέντας, ἐν αἰσθήσει γοῦν διαμεῖναι τῆς παιδαγωγίας, καὶ φεύγειν δευτέραν ἐκ δευτέρας κακίας μάστιγα.

Λ∆ʹ. Τοιγάρτοι καὶ ἡμεῖς ἔργῳ τῆς θείας παι δεύσεως ἐπαισθώμεθα. ∆είξωμεν ἡμᾶς αὐτοὺς ἀξίους οὐχ ὧν πρῶτον πεπόνθαμεν, ἀλλὰ ὧν ὕστερον τετυ χήκαμεν. Ἀπολογησώμεθά τι περὶ τῆς κατασχού σης ἡμᾶς συμφορᾶς, ὅτι οὐχ ὡς κακοῦργοι τοῖς ἔθνεσι παρεδόθημεν, ἀλλ’ ὡς παῖδες ἐσωφρονίσθημεν. Μὴ ἐπιλαθώμεθα τῆς ζάλης ἐν τῇ γαλήνῃ, μηδὲ τῆς ἀῤῥωστίας ἐν τῷ καιρῷ τῆς ὑγιείας, μηδὲ τῆς αἰχμαλωσίας, ἀνασωθέντες εἰς τὴν Ἱερουσαλὴμ, μηδὲ τῆς Αἰγύπτου μετὰ τὴν Αἴγυπτον· μὴ ποιήσω μεν ἀμείνω τὸν τῆς κακοπαθείας καιρὸν τοῦ τῆς ἀνέσεως· ποιήσομεν δὲ, εἰ φαινοίμεθα τότε μὲν συνεσταλμένοι καὶ μετριάζοντες, καὶ πάσας εἰς οὐρανὸν ἀνατείνοντες τὰς ἐλπίδας, νυνὶ δὲ ἐπαιρόμε νοι καὶ χαυνούμενοι, καὶ πάλιν εἰς τὰς αὐτὰς ἀνα τρέχοντες ἁμαρτίας, ἐξ ὧν εἰς τὰς συμπεσούσας ἡμῖν συμφορὰς ὑπήχθημεν. Μὴ οὕτω, τέκνα, μὴ, λέγει που νουθετῶν ὁ ἱερεὺς Ἡλεὶ τοὺς ἑαυτοῦ παῖδας εἰς Θεὸν ἁμαρτάνοντας· ἀλλ’ εἰδότες, ὅτι ῥᾷόν ἐστιν εὐ πραγίαν ἀπελθοῦσαν ἀνακαλέσασθαι, ἢ παραγενο μένην ἐκ Θεοῦ διασώσασθαι (τὴν μὲν γὰρ τὸ σοφρονεῖν ἐπανάγει, τὴν δὲ διαλύει τὸ ῥᾴθυμον)· καὶ ὅτι τὰ σώματα κάμνοντα μὲν ταῖς θεραπείαις ἀναφέρει καὶ ταῖς ἐνδείαις, ἀνενεγκόντα δὲ ταῖς κατὰ μικρὸν ἀμε λείαις καὶ ταῖς πλησμοναῖς, πάλιν ὑποῤῥεῖ, καὶ πρὸς τὰς αὐτὰς ἀῤῥωστίας ἐπάνεισι. Ταῦτα εἰδότες, καὶ ἀλλήλους διδάσκοντες, γενώμεθα ἡμῶν αὐτῶν, καὶ σωφρόνως τὸν καιρὸν διαθώμεθα.

ΛΕʹ. Πρῶτον μὲν, ἀδελφοὶ, πανηγυρίσωμεν, μὴ φαιδρότητι σώματος, μηδὲ ἐσθῆτος ἐξαλλαγαῖς καὶ πο λυτελείαις, μηδὲ κώμοις καὶ μέθαις, ὧν κοίτας καὶ ἀσελγείας τὸν καρπὸν ἐμάθετε· μηδὲ ἄνθεσι στέ ψωμεν ἀγυιὰς, μηδὲ μύρων αἰσχύναις τραπέζας, μηδὲ πρόθυρα καλλωπίσωμεν· μὴ τῷ αἰσθητῷ 35.709 φωτὶ καταλαμπέσθωσαν αἱ οἰκίαι, μηδὲ συναυλίαις καὶ κρότοις περιηχείσθωσαν· οὗτος μὲν γὰρ Ἑλ ληνικῆς ἱερομηνίας ὁ νόμος· ἡμεῖς δὲ μὴ τούτοις τὸν Θεὸν γεραίρωμεν, μηδὲ τὸν παρόντα καιρὸν ἐπαί ρωμεν, οἷς οὐκ ἄξιον, ἀλλὰ ψυχῆς καθαρότητι, καὶ διανοίας φαιδρότητι, καὶ λύχνοις τοῖς ὅλον τὸ σῶμα φωτίζουσι τῆς Ἐκκλησίας, θείοις λέγω θεωρήμασι καὶ νοήμασιν, ἐπί τε τὴν ἱερὰν λυχνίαν ἐγειρομένοις, καὶ πᾶσαν τὴν οἰκουμένην καταλάμπουσι. Μι κρόν μοι πρὸς τοῦτο τὸ φῶς, πάντα ὅσα ἰδίᾳ τε καὶ δημοσίᾳ πανηγυρίζοντες ἀνάπτουσιν ἄνθρωποι. Ἔχω τι καὶ μύρον, ἀλλ’ ᾧ χρίονται μόνον ἱερεῖς τε καὶ βασιλεῖς, ὄντι ποικίλῳ τε καὶ πολυτελεῖ, καὶ δι’ ἡμᾶς κενωθέντι, ἀλλὰ μεγάλου μυρεψοῦ τέχνῃ συγκείμενον. Εἴθε μοι γένοιτο τούτου τοῦ μύρου τὴν εὐωδίαν προσβαλεῖν τῷ Θεῷ! Ἔχω καὶ τρά πεζαν τὴν πνευματικὴν ταύτην καὶ ἔνθεον, ἣν ἡτοί μασέ μοι Κύριος ἐξεναντίας τῶν θλιβόντων με, ᾗ προσαναπαύομαι καὶ τρυφῶ, καὶ οὐδὲν ἐξ υβρίζω διὰ τὸν κόρον, ἀλλὰ καὶ κοιμίζω πᾶσαν παθῶν ἐπανάστασιν. Ἔχω καὶ ἄνθη, πάντων ἐαρινῶν εὐανθέστερά τε καὶ μονιμώτερα, τοῦ ἀγροῦ τοῦ πλήρους, ὃν εὐλόγησε Κύριος, τοὺς ἱεροὺς καὶ εὐώδεις ποιμένας καὶ διδασκάλους, καὶ τοῦ λαοῦ ὅσον καθαρόν τε καὶ ἔκκριτον. Τούτοις στεφανωθῆναι βού λομαι καὶ πομπεύειν, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισά μενος, καὶ τὸν δρόμον τελέσας, καὶ τὴν πίστιν τη ρήσας, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ἀναλάβωμεν ὕμνους ἀντὶ τυμπάνων, ψαλμῳδίαν ἀντὶ τῶν αἰσχρῶν λυγισμάτων τε καὶ ᾀσμάτων, κρότον εὐχαρι στήριον ἀντὶ κρότων θεατρικῶν, καὶ χειρῶν πρᾶξιν εὔηχον, σύννοιαν ἀντὶ γέλωτος, ἀντὶ μέθης ἔμφρονα λόγον, ἀντὶ θρύψεως σεμνοπρέπειαν. Εἰ καὶ ὀρχήσασθαι δεῖ σε, ὡς πανηγυριστὴν καὶ φιλέορτον, ὄρχησαι μὲν, ἀλλὰ μὴ τὴν Ἡρωδιάδος ὄρχησιν τῆς ἀσχήμονος, ἧς ἔργον Βαπτιστοῦ θάνατος· ἀλλὰ τὴν ∆αβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ, 35.712 ἣν ἡγοῦμαι τῆς εὐκινήτου καὶ πολυστρόφου κατὰ Θεὸν πορείας εἶναι μυστήριον.

Πρῶτον μὲν δὴ τοῦτο καὶ μέγιστον τῆς ἐμῆς παραινέσεως.

Λςʹ. ∆εύτερον δὲ χαλεπὸν μὲν οἶδα λόγον ἐρῶν καὶ δυσπαράδεκτον τοῖς πολλοῖς· φιλεῖ γὰρ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν κακῶς γενόμενος ἄνθρωπος, ἄλλως τε κἂν δικαίαν ἔχων τὴν ὀργὴν ἐξ ὧν πέπονθεν, ἥκιστα λόγου πείθεσθαι χαλινοῖς τὸν θυ μὸν ἀνακόπτοντος· ἀκουσθῆναι δὲ ὅμως καὶ προσ δεχθῆναι ἄξιον. Μὴ ἀπλήστως χρησώμεθα τῷ καιρῷ, μὴ κατατρυφήσωμεν τῆς ἐξουσίας, μὴ πικροὶ γενώ μεθα τοῖς ἠδικηκόσι, μὴ ὧν κατέγνωμεν, ταῦτα πράξωμεν· ἀλλ’ ὅσον φυγεῖν τὰ δεινὰ τῆς μεταβολῆς ἀπολαύσαντες, ὅσον εἰς ἀντίδοσιν ἥκει, μισή σωμεν. Αὐτάρκης δίκη τοῖς γε μετρίοις τὸ τῶν λε λυπηκότων δέος, καὶ τὸ προσδοκῆσαι ταῦτα παθεῖν, ὧν εἰσιν ἄξιοι, καὶ οἰκείῳ συνειδότι βασανισθῆναι· ἃ γάρ τις ὡς πεισόμενος δέδοικε, ταῦτα πέπονθε, κἂν μὴ πάθῃ, καὶ πλείω παρ’ ἑαυτοῦ τυχὸν ἢ τῶν δρασόντων κολάζεται. Μὴ τοίνυν θελήσωμεν τὴν ὀρ γὴν μετρηθῆναι, μηδὲ φανῶμεν ἐλάττους κολασταὶ τῆς ἀξίας· ἀλλ’ ἐπειδὴ τὸ πᾶν εἰσπράξασθαι μὴ δυ νάμεθα, τὸ πᾶν συγχωρήσωμεν· γενώμεθα τούτῳ κρείττους τῶν ἠδικηκότων καὶ ὑψηλότεροι· δείξωμεν τί μὲν διδάσκουσιν ἐκείνους οἱ δαίμονες, τί δαὶ ἡμᾶς ἐκπαιδεύει Χριστὸς, ὃς, οἷς πέπονθε τὸ εὐδόκι μον ἔχον, οὐχ ἧττον νενίκηκεν οἷς δυνάμενος οὐ πεποίηκεν. Ἓν ἀντιδῶμεν τῷ Θεῷ χαριστήριον· αὐξήσωμεν χρηστότητι τὸ μυστήριον· εἰς τοῦτο τῷ καιρῷ χρησώμεθα.

ΛΖʹ. Νικήσωμεν ἐπιεικείᾳ τοὺς τυραννήσαντας, καὶ μάλιστα μὲν φιλανθρωπία ἔστω τὸ συγχωροῦν, καὶ ἡ τῆς ἐντολῆς δύναμις, τὴν ἴσην ἀντιδιδοῦσα φιλαν θρωπίαν ἡμῖν, ἐν οἷς αὐτοὶ χρῄζομεν· ᾧ γὰρ μέτρῳ μετροῦμεν, ἀντιμετρεῖσθαι γινώσκομεν· εἰ δὲ καὶ λίαν τις πικρῶς ἔχει, ἀφῶμεν Θεῷ τοὺς λελυπηκό τας, καὶ τῷ ἐκεῖθεν δικαστηρίῳ· μηδὲν τῆς μελλού σης ὀργῆς διὰ τῆς ἡμετέρας χειρὸς ἐλαττώσωμεν. Μὴ δήμευσιν ἐννοήσωμεν, μὴ βήμασι παραστήσω μεν, μὴ πατρίδος ὑπερορίσωμεν, μὴ μάστιξιν αἰκι σώμεθα, μηδέ τι τῶν ὅσα πεπόνθαμεν, ἵν’ εἴπω συν τόμως, δράσωμεν. Ποιήσωμεν κἀκείνους ἐπιεικεστέ 35.713 ρους, ἂν ἄρα δυνατὸν, τῷ καθ’ ἡμᾶς ὑποδείγματι. Εἴ τῳ πέπονθεν υἱὸς, εἴ τῳ πατὴρ, εἴ τῳ γυνὴ, συγγενὴς, φίλος, ἢ ἄλλος τις τῶν τιμίων, πᾶσι τὸ παθεῖν ἔμμισθον καταστήσωμεν, διὰ τοῦ πεῖσαι φέρειν καρτερῶς ἃ πεπόνθασι· τοῦτο μεῖζον αὐτοῖς ἢ ἄλλο τι χαριούμεθα. Εἴπω καὶ τὸ μέγιστον ὧν εὖ πάσχομεν; δήμοις καταβοῶνται καὶ πόλεσιν οἱ διώξαντες, ἐν θεάτροις, ἐν ἀγοραῖς, ἐν συλλόγοις· τὰ παλαιὰ μακαρίζεται, τὰ νέα στηλιτεύεται, καὶ παρ’ αὐτῶν τῶν συνδιωξάντων, ὃ καὶ παράδοξον, αὐτοὶ καθέλκονται παρ’ αὐτῶν μετὰ πάσης καταβοήσεως οἱ θεοὶ, ὡς πολὺν αὐτοὺς ἀπατήσαντες χρόνον, καὶ ὀψέ ποτε τῆς ἀπάτης ἐληλεγμένης· καὶ ὁ χθὲς προσκυνητὴς σήμερον ὑβριστής. Τούτων τί μεῖζον ἐπιζητοῦμεν; Νῦν ταῦτα καὶ ἴσως μικρὰ τοῖς ἀθλίοις. Ἔσται καιρὸς, ἡνίκα ὄψομαι τοὺς ἐμοὺς ὑβριστὰς, καὶ τὸν μέγαν τούτων καθηγη τὴν, τὴν ἑαυτῶν ἀποκλαιομένους κακίαν, ἡνίκα ἂν πᾶσα κρίνηται καὶ βασανίζηται πονηρία.

ΛΗʹ. Ἐῶ τὰ θεῖα καὶ τὰ ἡμέτερα, καὶ τὰς καθ’ ἡμᾶς ἐκεῖθεν ἀποκειμένας μάστιγας· ἀλλὰ καὶ ἐπὶ τοὺς σοὺς ἐλθὲ λόγους καὶ φόβους οὐ ποιη ταῖς μόνον, ἀλλὰ καὶ ἀνδράσι φιλοσόφοις ἀρέ σκοντας, τοὺς Πυριφλεγέθοντάς σου, καὶ τοὺς Κωκυτοὺς, καὶ τοὺς Ἀχέροντας, οἷς ἀδικίαν κολάζουσι, Τάνταλος, Τιτυὸς, Ἰξίων. Ἰουλιανὸς ταύτης ὁ βασιλεὺς ὑμῶν τῆς φρατρίας, μετ’ ἐκείνων ἀριθμη θήσεται, καὶ πρὸ ἐκείνων, κατά γε τὸν ἐμὸν λόγον καὶ ὅρον· οὐ δίψῃ κολαζόμενος ἐν λίμναις ἐπι γενείοις, ἢ κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέ τρον, ὡς τῇ τραγῳδίᾳ δοκεῖ, ἀεὶ μὲν ἀνωθούμε νον, ἀεὶ δὲ κατασυρόμενον· οὐδὲ ῥοιζουμένῳ τροχῷ συγκυκλούμενος, οὐδὲ ὄρνισι τὸ ἧπαρ κειρόμε νος, οὔποτε λεῖπον, ἀεὶ δὲ πληρούμενον· εἴτε ἀλή θεια ταῦτά ἐστιν, εἴτε μῦθος, παραδεικνὺς τὴν ἀλή θειαν ἐν τοῖς πλάσμασιν· ἀλλ’ ὀψόμεθα τίσι καὶ οἵοις 35.716 τηνικαῦτα κολαζόμενος, καὶ ὡς πολὺ τούτων χαλε πωτέροις, εἴπερ πρὸς μέτρον τῶν ἁμαρτανομένων αἱ τίσεις καὶ ἀντιδόσεις.

ΛΘʹ. Τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὦ λῷστε καὶ συνετώτατε, ἵνα σε προσείπω τοῖς σοῖς· ταῦτα οἱ τῶν λόγων ἀποκλεισθέντες ἡμεῖς, κατὰ τὴν μεγάλην καὶ θαυμαστήν σου νομοθεσίαν. Ὁρᾷς, ὡς οὐκ εἰς τέλος ἐμέλλομεν σιωπήσεσθαι, οὐδὲ ἀλογίαν κα τακριθήσεσθαι τοῖς σοῖς δόγμασιν, ἀλλὰ ῥήξειν φωνὴν ἐλευθέραν, καὶ τῆς σῆς ἐλεγκτικὴν ἀλο γίας; Οὔτε τοὺς Νειλῴους καταῤῥάκτας ἐπισχεῖν μηχανή τις, τοὺς ἀπ’ Αἰθιοπίας ὑπὲρ Αἰγύπτου πίπτοντας, οὔτε ἡλιακὴν ἀκτῖνα, κἂν πρὸς ὀλίγον νέ φει καλύπτηται· οὔτε Χριστιανῶν γλῶσσαν πεδῆσαι, τὰ ὑμέτερα στηλιτεύουσαν. Ταῦτά σοι Βασίλειος καὶ Γρηγόριος, οἱ τῆς σῆς ἐγχειρήσεως ἀντίθετοι καὶ ἀν τίτεχνοι, ὡς αὐτός τε ᾤου, καὶ τοὺς ἄλλους ἔπειθες, ἀποσεμνύνων ἡμᾶς οἷς ἠπείλεις, καὶ θήγων πλέον πρὸς τὴν εὐσέβειαν, οὓς καὶ βίῳ, καὶ λόγῳ, καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ περιφανεῖς, καὶ γνωρίμους ἔτ’ ἀπὸ τῆς Ἑλλάδος εἰδὼς, τὴν Κυκλώπειον ἐτίμας τι μὴν, καὶ τελευταίους ἐταμιεύου τῷ διωγμῷ, καὶ δῶρον ἐπινίκιον ἴσως ἐπενόεις τοῖς δαίμοσι μέγα τι καὶ μεγαλοπρεπὲς, εἴ σε ἀπὸ τῆς Περσίδος ὑποδεξώμεθα ἐπανήκοντα, ἢ καὶ συναρπάσειν πρὸς τὸ σὸν βάραθρον ἤλπισας, κακῶς οἰόμενος.

Μʹ. Οὐ γὰρ ἀγεννέστεροι τῶν νεανίσκων ἐκείνων ἡμεῖς, τῶν ἐν πυρὶ δροσισθέντων καὶ θῆρας νικησάντων ἐκ πίστεως, καὶ μητρὶ γενναίᾳ, καὶ ἱερεῖ γενναιοτέρῳ προθύμως συγκινδυνευσάντων, καὶ δειξάντων, ὅτι μόνον τῶν ἁπάντων πίστις ἀνάλωτον· ἢ τούτων δὴ τῶν ἐπὶ σοῦ νεανίσκων, ὧν ὁ μὲν τὴν μητέρα τῶν σῶν θεῶν καθυβρίσας, καὶ βωμὸν διασπείρας, προσήχθη μὲν ὡς κατάκριτος, 35.717 εἰσῆλθε δὲ ὡς νικηφόρος, καὶ πολλά σου τῆς ἁλουργίδος καὶ τῶν λόγων καταγελάσας, ὡς ψηφολογικῶν καὶ γελοίων, μετὰ πλείονος ἐξῆλθε τῆς παῤῥησίας, ὡς εἴ τις ἀπὸ δείπνου ἐπαναστρέφων καὶ λαμπρᾶς ἑστιάσεως· ὁ δὲ πᾶν τὸ σῶμα δορκαλίσι καταξανθεὶς εἰς βάθος, καὶ μικρὰ πνέων ἔτι τοῖς τραύμασι, τοσοῦτον ἀπεῖχεν ἐνδιδόναι πρὸς τὰς βασάνους, ἢ δεινόν τι τῶν παρόντων νομίζειν, ὥστε, ἐπειδή τι τοῦ σώματος εἶδεν ἀνεπηρέαστον ταῖς πληγαῖς, καὶ προσῃτιᾶτο τοὺς βασανιστὰς, ὡς ὑβριστὰς, καὶ οὐ πᾶν τὸ σῶμα τιμήσαντας, ἀλλά τι παρέντας ἄξαντον καὶ ἀνίερον· παραδεικνὺς ἅμα τὴν κνήμην, ὡς μόνην διαφυγοῦσαν τοὺς ὄνυχας, καὶ μηδὲ ταύτης φείδεσθαι διακελευόμενος.

ΜΑʹ. Οὗτος ὁ λόγος σοι τῶν Πορφυρίου ψευσμάτων καὶ ληρημάτων, οἷς ὑμεῖς ὡς θείαις φωναῖς ἀγάλλεσθε, ἢ τοῦ σοῦ Μισοπώγωνος, εἴτ’ οὖν Ἀντιοχικοῦ (ἀμφότερα γὰρ ἐπιγράφεις τῷ λόγῳ), οὗ τι Χριστιανοῖς ἀτιμότερον· ὃν τότε μὲν ἡ πορφυρὶς μέγαν ἐποίει, καὶ οἱ πάντα τὰ σὰ θαυμάζοντες κόλακες· νῦν δὲ πώγων ἐστὶ περιφερόμενος καὶ περισυρόμενος, καὶ τοῖς συμπεπονηκόσιν ὁμοῦ γελώμενος, ἐν ᾧ σὺ μὲν ἀπερίττῳ τοῦ σώματος, καὶ τῷ μηδεπώποτε τυχεῖν ἀπεπτήσας ἐξ ἀπληστίας, μέγα φυσᾷς, ὡς δή τι θαυμάσιον λέγων· ὅτι δὲ Χριστιανοὺς ἤλασας οὕτω πικρῶς, καὶ τοσοῦτον ἔθνος καὶ οὕτως ἱερὸν παρανάλωσας, ἑκὼν παρατρέχεις. Καίτοι γε ἑνὸς μὲν ἀνδρὸς ἀπεπτήσαντος, ἢ ἐρυγὰς φυσικὰς ἀφέντος, τί παρὰ τοῦτο τῷ κοινῷ βλάβος; τοσούτου δὲ διωγμοῦ κινηθέντος, καὶ τοσαύτης καινοτομηθείσης συγχύσεως, πῶς οὐκ ἀνάγκη πᾶσα τὰ Ῥωμαίων ἔχειν κακῶς, ὥσπερ οὖν καὶ ἐσχηκότα φαίνεται; 35.720

ΜΒʹ. Αὕτη σοι παρ’ ἡμῶν στήλη, τῶν Ἡρακλείων στηλῶν ὑψηλοτέρα τε καὶ περιφανεστέρα· αἱ μὲν γὰρ ἐφ’ ἑνὸς τόπου πεπήγασι, καὶ μόνοις εἰσὶ θεαταὶ τοῖς ἐκεῖσε ἀφικνουμένοις· τὴν δὲ οὐκ ἔστι μὴ πανταχοῦ καὶ πᾶσι γνωρίζεσθαι κινουμένην, ἣν καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, εὖ οἶδα, σέ τε καὶ τὰ σὰ στηλιτεύουσαν, καὶ τοὺς λοιποὺς πάντας παιδεύουσαν, μή τινα τοιαύτην κατὰ Θεοῦ τολμᾷν ἐπανάστασιν, ἵνα μὴ, τὰ ὅμοια δράσαντες, τῶν ἴσων καὶ ἀντιτύχωσιν.